Τρίτη 17 Δεκεμβρίου 2013

ουράνιος εκκλησία η κάμινος

Στήσαντες οὖν οἱ παῖδες χορὸν ἐν μέσῳ καμίνου͵
οὐράνιον ἐκκλησίαν ἀπειργάσαντο τὴν κάμινον͵
ψάλλοντες μετ΄ ἀγγέλου τῷ ποιητῇ τῶν ἀγγέλων
καὶ πᾶσαν τὴν λειτουργίαν τῶν ἀσάρκων ἐκμιμούμενοι·
εἶτα ἐμφορηθέντες ἐκ τῆς λατρείας τότε τοῦ παναγίου Πνεύματος͵
εἶδον ἄλλο φρικτότερον· αὐτὸς γὰρ ἐκεῖνος ὃν ἔβλεπον ὡς ἄγγελον
καθ΄ ἑκάστην ἠλλοίου τὴν μορφήν͵
καὶ ὁτὲ μὲν θεῖος͵ ἄλλοτε δὲ ὡς ἄνθρωπος ἑωρᾶτο͵
καὶ ποτὲ μὲν ἐκέλευε͵ ποτὲ δὲ συνικέτευεν·
Τάχυνον͵ ὁ οἰκτίρμων͵ καὶ σπεῦσον͵ ὡς ἐλεήμων͵ εἰς τὴν βοήθειαν ἡμῶν͵
ὅτι δύνασαι βουλόμενος.

Αγ. Ρωμανού του Μελωδού