Σάββατο 7 Δεκεμβρίου 2013

Αγ. Ιωάννου του Χρυσοστόμου


ὦ πηλίκον νῆψις ἀγαθόν. διὰ ταύτης γὰρ ὁ λῃστὴς ἐπήδησεν ἀπὸ σταυροῦ εἰς παράδεισον· ὡς γὰρ εἶδε τὸν δεσπότην ἐν μέσῳ κρεμάμενον καὶ πᾶσαν τὴν κτίσιν κραδαινομένην τῷ φόβῳ καὶ ἥλιον μὲν ἐν χαλεπῷ κατακαλυπτό μενον πένθει͵ τῆς ἡμέρας δὲ τὸ φῶς ὑποφεῦγον͵ τὰ στοιχεῖα τὴν τάξιν ἀρνούμενα͵ ῥηγνυμένας τὰς πέτραςὡς ἅπαντα ταῦτα ἐθεά σατο͵ εἶτα τὸ συνειδὸς ἀναγνοὺς τὸ οἰκεῖον καὶ συλλῃστοῦ τὰς πράξεις οὐκ ἀγνοῶν͵ τὴν κτίσιν ὡς εἶδε τῇδε κἀκεῖσε φερομένην καὶ τρέ μουσαν͵ τὸν ἐν μέσῳ δεσπότην τῶν τρεμόντων ἐγνώρισε καὶ γνωρίσας εὐθὺς ἀνεβόησε· μνήσθητί μου͵ κύριε͵ ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. ὄντως γοργὸς ὁ λῃστὴς τῆς ἑνδεκάτης ὥρας ἐργάτης· ὅλον γὰρ τὸ τῆς ἡμέρας τοῦ βίου ἀνεπλήρωσεν ἔργον͵ ᾗ ἐμισθώθη ὥρᾳ προθύμως εἰργάσατο. οὐκ ὤκλασε τῇ πίστει͵ οὐκ ἀπεῖδεν εἰς τὰς ὕβρεις͵ εἰς τὰς πληγὰς οὐκ ἀπέβληψε͵ τὰ τῶν Ἰουδαίων ὀνείδη παρε κρούσατο͵ ἔλαβε τὴν κτίσιν διδάσκαλον καὶ τὸν τῆς κτίσεως δεσπότην γνωρίσας ἀξίαν ἔδωκε τὴν προσκύνησιν. Τί οὖν πρὸς ταῦτα ὁ τῶν μισθῶν ἀποδότης͵ ὁ φιλότιμος ἐν ταῖς εὐεργεσίαις Χριστός; τοῦ λῃστοῦ τὸ μέλλον ζητήσαντος αὐτὸς ἀνυ πέρθετον τὴν χάριν ἐπέδειξεν· ἐκείνου γὰρ εἰρηκότος· μνήσθητί μου͵ κύριε͵ ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου͵ ὁ δεσπότης εὐθὺς ἀπεκρί νατο λέγων· ἀμήν͵ λέγω σοι͵ σήμερον μετ΄ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. ἀληθὴς ἡ λέγουσα γραφή· ἔτι λαλοῦντός σου ἐρῶ· ἰδοὺ πάρειμι. αὐτῷ τῷ Χριστῷ ἡ δόξα σὺν πατρὶ καὶ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.