Σάββατο 14 Δεκεμβρίου 2013

Αγ. Γρηγορίου του Θεολόγου

Περὶ ζωῆς ἀνθρωπίνης.

Ὁ χοῦς͵ ὁ πηλὸς͵ ἡ παλίστροφος κόνις.
Τῇ γῇ γὰρ ἡ γῆ συμβιβάζεται πάλιν͵
Καὶ σπαργανοῦται τῷ γεώδει σπαργάνῳ͵
Καὶ χοῦς πάλιν πρόεισιν ὥσπερ ἡ κόνις͵
῝Ην ἡ βιαία συστροφὴ τῶν πνευμάτων
Πρὸς ὕψος ἐξαίρουσα συστέλλει κάτω.
Οὕτω γὰρ ἡμῶν τὸν πολύστροφον βίον
Αἱ τῶν πονηρῶν πνευμάτων καταιγίδες
Πρὸς ὕψος ἐξαίρουσι καὶ δόξαν νόθον·
Αὖθις δὲ χοῦς κάτεισι καὶ μένει κάτω͵
Ἕως ὁ τοῦ κτίσαντος ἁρμόσῃ λόγος
Τῶν συνδεθέντων τὴν ἀναγκαίαν λύσιν.
Νῦν δὲ προκύψας͵ ὥσπερ ἔκ τινος βάθους͵
Ὁ χοῦς ὁ θείᾳ πνευματωθεὶς εἰκόνι͵
Καὶ τὰς γεώδεις ἐκβοᾷ τραγῳδίας͵
Καὶ τὸν γελᾷν δοκοῦντα δακρύει βίον. 



Περὶ τῆς αὐτῆς.

Τροχός τίς ἐστιν ἀστάτως πεπηγμένος͵
Ὁ μικρὸς οὗτος καὶ πολύτροπος βίος.
Ἄνω κινεῖται͵ καὶ περισπᾶται κάτω·
Οὐχ ἵσταται γὰρ͵ κἂν δοκῇ πεπηγέναι.
Φεύγων κρατεῖται͵ καὶ μένων ἀποτρέχει.
Σκιρτᾷ δὲ πολλὰ͵ καὶ τὸ φεύγειν οὐκ ἔχει.
Ἕλκει͵ καθέλκει τῇ κινήσει τὴν στάσιν.
Ὡς οὐδὲν εἶναι τὸν βίον διαγράφων͵
῍Η καπνὸν͵ ἢ ὄνειρον͵ ἢ ἄνθος χλόης.