Παρασκευή 13 Δεκεμβρίου 2013

Μ. Βασιλείου


Τίνα͵ φησὶν͵ ἀδικῶ συνέχων τὰ ἐμαυτοῦ; Ποῖα͵ εἰπέ μοι͵ σαυτοῦ; πόθεν λαβὼν εἰς τὸν βίον εἰσήνεγκας; Ὥσπερ ἂν εἴ τις͵ ἐν θεάτρῳ θέαν καταλαβὼν͵ εἶτα ἐξείργοι τοὺς ἐπεισιόντας͵ ἴδιον ἑαυτοῦ κρίνων τὸ κοινῶς πᾶσι κατὰ τὴν χρῆσιν προκείμενον· τοιοῦτοί εἰσι καὶ οἱ πλούσιοι. Τὰ γὰρ κοινὰ προκατασχόντες͵ ἴδια ποιοῦνται διὰ τὴν πρόληψιν. Ἐπεὶ εἰ τὸ πρὸς παραμυθίαν τῆς ἑαυτοῦ χρείας ἕκαστος κομιζόμενος͵ τὸ περιττὸν ἠφίει τῷ δεομένῳ͵ οὐδεὶς μὲν ἂν ἦν πλούσιος͵ οὐδεὶς δὲ πένης͵ οὐδεὶς ἐνδεής. Οὐχὶ γυμνὸς ἐξέπεσας τῆς γαστρός; οὐ γυμνὸς πάλιν εἰς τὴν γῆν ὑποστρέψεις; Τὰ δὲ παρόντα σοι πόθεν; Εἰ μὲν ἀπὸ ταυτομάτου λέγεις͵ ἄθεος εἶ͵ μὴ γνωρίζων τὸν κτίσαντα͵ μηδὲ χάριν ἔχων τῷ δεδωκότι· εἰ δὲ ὁμολογεῖς εἶναι παρὰ Θεοῦ͵ εἰπὲ τὸν λόγον ἡμῖν δι΄ ὃν ἔλαβες. Μὴ ἄδικος ὁ Θεὸς͵ ὁ ἀνίσως ἡμῖν διαιρῶν τὰ τοῦ βίου; Διὰ τί σὺ μὲν πλουτεῖς͵ ἐκεῖνος δὲ πένεται; ῍Η πάντως͵ ἵνα καὶ σὺ χρηστότητος καὶ πιστῆς οἰκονομίας μισθὸν ὑποδέξῃ͵ κἀκεῖνος τοῖς μεγάλοις ἄθλοις τῆς ὑπομονῆς τιμηθῇ; Σὺ δὲ͵ πάντα τοῖς ἀπληρώτοις τῆς πλεονεξίας κόλποις περιλαβὼν͵ οὐδένα οἴει ἀδικεῖν τοσούτους ἀποστερῶν; Τίς ἐστιν ὁ πλεονέκτης; Ὁ μὴ ἐμμένων τῇ αὐταρκείᾳ. Τίς δέ ἐστιν ὁ ἀποστερητής; Ὁ ἀφαιρούμενος τὰ ἑκάστου. Σὺ δὲ οὐ πλεονέκτης; σὺ δὲ οὐκ ἀποστερητής; ἃ πρὸς οἰκονομίαν ἐδέξω͵ ταῦτα ἴδια σεαυτοῦ ποιούμενος; ῍Η ὁ μὲν ἐνδεδυμένον ἀπογυμνῶν λωπο δύτης ὀνομασθήσεται· ὁ δὲ τὸν γυμνὸν μὴ ἐνδύων͵ δυνάμενος τοῦτο ποιεῖν͵ ἄλλης τινός ἐστι προσηγορίας ἄξιος; Τοῦ πεινῶντός ἐστιν ὁ ἄρτος͵ ὃν σὺ κατέχεις· τοῦ γυμνητεύοντος τὸ ἱμάτιον͵ ὃ σὺ φυλάσσεις ἐν ἀποθήκαις· τοῦ ἀνυποδέτου τὸ ὑπόδημα͵ ὃ παρὰ σοὶ κατασήπεται· τοῦ χρῄζοντος τὸ ἀργύριον͵ ὃ κατορύξας ἔχεις. Ὥστε τοσούτους ἀδικεῖς͵ ὅσοις παρέχειν ἠδύνασο.