Τετάρτη 10 Ιουλίου 2013

Ἴασαι τῆς ψυχῆς μου τόν πόνον, Παναγία, ἡ Ὀρθοδόξων προστάτης καί πρόμαχος· Σῆ γάρ προσπίπτω, Κόρη, τῇ Σῇ ἐπιστασίᾳ καί γηθοσύνως κραυγάζω Σοι· ὁ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.



Ἄχραντε Θεοτόκε, Παρθένε παναγία Ἁγνὴ εὐλογημένη, Θεόνυμφε Μαρία Ἀνύμφευτε Παρθένε Θεῷ κεχαρισμένη, Κόρη δεδοξασμένη καὶ κεχαριτωμένη, Προσπίπτω Σοι κραυγάζων, Δέσποινα, φύλαξόν με, Τῶν ὀδυνῶν μου ῥῦσαι, πυρὸς ἐξάρπασόν με, Ἡ τὸν Θεὸν ἀφράστως, Παρθένε, συλλαβοῦσα Καὶ ὡς υἱὸν ἐν χρόνῳ τὸν ἄχρονον τεκοῦσα, Αὐτὸν, ἐκδυσωπῶ Σε, δυσώπει Σαῖς πρεσβείαις Καὶ λύτρωσαί με, Κόρη, ἐκ πάσης δυσμενείας. Ἀντιλαβοῦ μου, Κόρη, ἀντιβολῶ Σε, ῥῦσαι Ἐν δεξιοῖς τῆς δόξης τοῦ δικαστοῦ μου στῆσον.