Πέμπτη 4 Ιουλίου 2013

Ἀλλὰ κόπασον, Κύριε· ἄνες, Κύριε· ἱλάσθητι, Κύριε


Μή μοι γένοιτο μετὰ τῶν ἄλλων πληγῶν, καὶ ταῦτα ὀνειδισθῆναι παρὰ τοῦ Ἀγαθοῦ, πορευομένου πρὸς μὲ θυμῷ πλαγίῳ διὰ τὴν ἐμὴν πλαγιότητα· Ἐπάταξα ὑμᾶς ἐν ἰκτέρῳ, καὶ ἐν πυρώσει, καὶ σφακελισμῷ· καὶ οὐδὲν πλέον. Ἔξωθεν ἠτέκνωσεν ὑμᾶς μάχαιρα, καὶ οὐδ᾿ ὣς ἐπεστρέψατε πρός με, λέγει Κύριος. Μὴ γενοίμην ἀμπελὼν τοῦ ἠγαπημένου, μετὰ τὸ φυτευθῆναι καὶ χαρακωθῆναι, καὶ φραγμῷ, καὶ πύργῳ, καὶ πᾶσιν ἀσφαλισθῆναι, ὡς ἐνῆν μάλιστα, χερσομανῶν καὶ ἀκανθοφορῶν, καὶ διὰ τοῦτο καταφρονούμενος, ὡς καθαιρεθῆναι τὸν πύργον, καὶ περιαιρεθῆναι τὸν φραγμὸν, καὶ μὴ τμηθῆναι, μηδὲ σκαφῆναι, ἀλλὰ γενέσθαι πᾶσιν εἰς διαρπαγὴν, καὶ κοινὴν ὕβριν, καὶ καταπάτημα. Ταῦτα μὲν ὁ ἐμὸς φόβος καὶ λόγος· καὶ οὕτως ἐγὼ δυσφορῶ πρὸς τὴν πληγὴν, καὶ τοιαύτην εὔχομαι τὴν εὐχὴν, ἣν καὶ προσθήσω τοῖς εἰρημένοις· Ἡμάρτομεν, ἠνομήσαμεν, ἠσεβήσαμεν, ὅτι ἐπελαθόμεθα τῶν ἐντολῶν σου, καὶ ὀπίσω τῆς διανοίας ἡμῶν τῆς πονηρᾶς ἐπορεύθημεν· ὅτι ἀναξίως τῆς κλήσεως καὶ τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ σου πεπολιτεύμεθα, καὶ τῶν ἁγίων αὐτοῦ παθημάτων, καὶ τῆς ὑπὲρ ἡμῶν κενώσεως· ὅτι ἐγενήθημεν ὄνειδος τῷ ἀγαπητῷ σου. Ἱερεὺς καὶ λαὸς ἐξέστημεν ἐπὶ τὸ αὐτό· πάντες ἐξεκλίναμεν, ἅμα ἠχρειώθημεν. Οὐκ ἔστι ποιῶν κρῖμα καὶ δικαιοσύνην, οὐκ ἔστιν ἕως ἑνός. Ἀπεκλείσαμεν τοὺς οἰκτιρμούς σου, καὶ τὴν φιλανθρωπίαν σου, καὶ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν, διὰ τὴν κακίαν ἡμῶν, καὶ τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων ἡμῶν, μεθ᾿ ἧς ἀνεστράφημεν. Σὺ χρηστὸς, ἀλλ᾿ ἡμεῖς ἠνομήσαμεν· σὺ μακρόθυμος, ἀλλ᾿ ἡμεῖς πληγῶν ἄξιοι. Γινώσκομέν σου τὴν ἀγαθότητα, καίπερ ἀσυνετοῦντες· ὀλίγα ὧν ἡμάρτομεν μεμαστιγώμεθα. Σὺ φοβερός, καὶ τίς ἀντιστήσεταί σοι; τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ μεγέθει βραχίονός σου τίς ἀντερίσει; Ἐὰν κλείσῃς τὸν οὐρανὸν, τίς ἀνοίξει; καὶ ἐὰν λύσῃς τοὺς καταῤῥάκτας σου, τίς συνέξει; Κοῦφον ἐν ὀφθαλμοῖς σου πτωχίσαι καὶ πλουτίσαι, ζωῶσαι καὶ θανατῶσαι, πατάξαι καὶ ἰάσασθαι· καὶ τὸ θελῆσαί σου, πρᾶξίς ἐστι συντετελεσμένη. Σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν, λέγει τις τῶν πάλαι ἀνθομολογούμενος. Ἐμοὶ δὲ καὶ τὸ ἐναντίον καιρὸς εἰπεῖν· Ἡμεῖς ἡμάρτομεν, καὶ σὺ ὠργίσθης· διὰ τοῦτο ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν. Ἀπέστρεψας τὸ πρόσωπόν σου, καὶ ἀτιμίας ἐπλήσθημεν. Ἀλλὰ κόπασον, Κύριε· ἄνες, Κύριε· ἱλάσθητι, Κύριε· μὴ παραδῷς ἡμᾶς εἰς τέλος διὰ τὰς ἀνομίας ἡμῶν, μηδὲ διὰ τῶν ἡμετέρων παιδεύσῃς ἄλλους μαστίγων, ἐνὸν ἡμᾶς διὰ τῆς ἑτέρων βασάνου σωφρονισθῆναι· τίνων τούτων; Ἐθνῶν τῶν οὐ γινωσκόντων σε, καὶ βασιλειῶν, αἳ τῷ σῷ κράτει οὐχ ὑπετάγησαν. Ἡμεῖς δὲ λαός σου, Κύριε, καὶ ῥάβδος κληρονομίας σου. Διὰ τοῦτο παίδευσον ἡμᾶς, πλὴν ἐν χρηστότητι, καὶ μὴ ἐν τῷ θυμῷ σου· ἵνα μὴ ὀλιγοστοὺς ἡμᾶς ποιήσῃς, καὶ παρὰ πάντας τοὺς κατοικοῦντας τὴν γῆν, ἐξουδένωμα.

Αγ.Γρηγορίου του Θεολόγου