Παρασκευή 19 Ιουλίου 2013

Ποῦ γὰρ, εἰπέ μοι, σωματικῆς χρεία δυνάμεως, ὅταν συντρίψαι δέῃ καρδίαν, ὅταν εὔξασθαι νήφοντα καὶ διεγηγερμένον, ὅταν ἀναλογίσασθαι τὰ ἁμαρτήματα, ὅταν καταλῦσαι τῦφον καὶ ἀπόνοιαν, ὅταν ταπεινῶσαι λογισμόν;



[...]

Καὶ γὰρ, εἰ μὴ τὸ πῦρ ἐκεῖνο ἠπείλητο ἡμῖν, μηδὲ ἀθάνατοι κολάσεις ἡμᾶς ἔμενον, αὐτὸ μόνον τὸ ἀλλοτριωθῆναι τοῦ Χριστοῦ, τοῦ πράου καὶ φιλανθρώπου, τοῦ παραδόντος ἑαυτὸν ὑπὲρ ἡμῶν εἰς θάνατον, καὶ πάντα παθόντος, ἵνα ἡμᾶς ἐξαιρήσηται τῆς κολάσεως ἐκείνης, καὶ καταλλάξῃ ἡμᾶς τῷ ἑαυτοῦ Πατρὶ ἐχθροὺς ὄντας τοῖς πταίσμασιν, εἰ καὶ μὴ τῶν προκειμένων ἐκείνων ἀνεκλαλήτων ἀγαθῶν καὶ ἀθανάτων ἐκπίπτειν μέλλομεν, πάσης κολάσεως μεῖζόν ἐστι, καὶ ἱκανὸν διεγεῖραι ψυχὰς, καὶ πεῖσαι νήφειν διαπαντός.
Εἰ γὰρ ἀναγινώσκοντες μόνον τὸ ὑπόδειγμα τῶν πέντε παρθένων, ἃς ἔξω τοῦ νυμφῶνος ἡ τοῦ ἐλαίου σπάνις ἀπέκλεισεν, ἐξ ἴσης ἐκείναις αὐταῖς ἀλγοῦμεν ἐπὶ τοῖς ἐκείνων κακοῖς, καὶ θορυβούμεθα·
ἂν ἐννοήσωμεν ὅτι καὶ αὐτοὶ τοῦτο πεισόμεθα ῥᾳθυμήσαντες, τίς οὕτως ἔσται λίθινος λοιπὸν, ὡς, τοῦ παραδείγματος αὐτὸ τοῦτο συνεχῶς στρέφοντος τὴν ψυχὴν, εἰς ὀλιγωρίαν ἐμπεσεῖν;
Ἐνῆν μὲν οὖν καὶ εἰς μεῖζον μῆκος ἐκτεῖναι τὸν λόγον, ἀλλ' ἐπειδὴ μόνον ὑπακοῆς καὶ οὐκ ἄλλης χρείας ἕνεκεν ἡμῖν εἴρηται, καὶ ταῦτα πέρα τοῦ δέοντος γέγραπται.
Εὖ γὰρ οἶδα ὅτι πᾶσαν τῆς κατανύξεως τὴν ἀρετὴν αὐτός τε ἔχεις ἀκριβῶς, καὶ ἄλλοις ἂν μεταδοίης καὶ σιωπῶν, ἂν μόνον βραχὺ τῇ εὐλαβείᾳ συζῆσαι ἀξιωθεῖεν τῇ σῇ, καὶ τὸν ἐσταυρωμένον βίον ἰδεῖν.
Ὥστε εἰ χρὴ κατάνυξιν μαθεῖν τοὺς μὲν νῦν ζῶντας, εἰς τὸ σὸν βαδίζειν δεῖ καταγώγιον·
τοὺς δὲ μετὰ ταῦτα, ἀκούειν τὰ σά·
πολλὴν γὰρ οἶμαι ῥοπὴν παρέξειν πρὸς τοῦτο τὴν διήγησιν μόνον τοῦ βίου τοῦ σοῦ.
∆ιὸ δέομαι καὶ παρακαλῶ τὴν ἀμοιβὴν ἡμῖν ἀποτῖσαι λοιπὸν, καὶ τὰς εὐχὰς ἀντιδοῦναι τὰς σὰς, ὥστε μὴ λέγειν περὶ κατανύξεως μόνον, ἀλλὰ καὶ διὰ τῶν ἔργων τὸ πρᾶγμα ἐπιδείκνυσθαι τοῦτο·
ἐπειδὴ τὸ διδάσκειν ἄνευ τοῦ ποιεῖν, οὐ μόνον κέρδος οὐδὲν, ἀλλὰ καὶ ζημίαν πολλὴν καὶ κατάκρισιν φέρει τῷ μετὰ τοσαύτης ἀπροσεξίας διοικοῦντι τὸν βίον τὸν ἑαυτοῦ.
Οὐ γὰρ πᾶς, φησὶν, ὁ λέγων μοι, Κύριε, Κύριε, ἀλλ' ὃς δ' ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.


Αγ.Ιωάννου του Χρυσοστόμου