Κυριακή 14 Ιουλίου 2013

Αγ.Ιωάννου Σιναϊτου

Ὑπακοή ἐστιν ἄρνησις ψυχῆς οἰκείας παντελὴς διὰ σώματος ἐπιδεικνυμένη ἐνεργῶς. Ἢ τάχα τὸ ἔμπαλιν, ὑπακοή ἐστι· νέκρωσις μελῶν ἐν ζώσῃ διανοίᾳ. Ὑπακοή ἐστιν ἀνεξέταστος κίνησις, ἑκούσιος θάνατος, ἀπερίεργος ζωὴ, ἀμέριμνος κίνδυνος, ἀμελέγητος [ἀμελέτητος] Θεοῦ ἀπολογία· ἀφοβία θανάτου, ἀκίνδυνος πλοῦς, ὑπνοῦσα ὁδοιπορία. Ὑπακοή ἐστι μνῆμα θελήσεως, καὶ ἔγερσις ταπεινώσεως· οὐκ ἀντερεῖ, ἢ διακρίνει νεκρὸς ἐν ἀγαθοῖς, ἢ τὸ δοκεῖν πονηροῖς. Ὁ γὰρ θανατώσας αὑτοῦ εὐσεβῶς τὴν ψυχὴν, ὑπὲρ πάντων ἀπολογήσεται. Ὑπακοή ἐστιν ἀπόθεσις διακρίσεως ἐν πλούτῳ διακρίσεως, ἀρχὴ μὲν νεκρώσεως, καὶ ψυχῆς θελήματος, καὶ μέλους σώματος πόνος· μεσότης δέ ποτε μὲν πόνος, ποτὲ δὲ ἀπονία· τέλος δὲ ἀναισθησία λοιπὸν πᾶσα, καὶ ἀκινησία πόνου· τότε πονῶν ὁρᾶται, καὶ ἀλγυνόμενος ὁ ζῶν νεκρὸς οὗτος ὁ μακαρίτης, ὅταν ἑαυτὸν ὄψεται τὸ οἰκεῖον ποιοῦντα θέλημα, δεδοικότα τὴν βασταγὴν τοῦ ἑαυτοῦ κρίματος.
Κλίμαξ