Σάββατο 27 Ιουλίου 2013

Αγ.Ιωάννου του Δαμασκηνού



Καὶ τόσον αὐτῷ τῆς ἐγκρατείας τὸ περιὸν͵ ὡς λανθάνειν͵ εἴτε καὶ ὅ τι͵ καὶ ὅσον προσεφέρετο βρώσεώς τε καὶ πόσεως. Ἡ μὲν γὰρ φύσις ἐπίκηρος͵ καὶ τὸ σαρκίον ῥευστὸν καὶ κινούμενον͵ καὶ ὥσπερ πνεύματος ἐνδεές· ἀναπνοῆς γὰρ ἄνευ ζῇν τῶν ἀμη χάνων͵ καὶ τῶν λοιπῶν οὕτω χρεὼν ἀναπληροῦσθαι τὴν ἔνδειαν. Τρία γὰρ τὰ κενούμενα͵ ξηρὸν͵ καὶ ὑγρὸν καὶ πνεῦμα· ὧν ἑκάστου ἡ κατάλληλος ἀναπλήρω σις συνιστᾷν τόδε τὸ σῶμα φυσικῶς πρὸς τοῦ κτί σαντος ὥρισται. Ἄλλ΄ ἡ χάρις τοῦ Πνεύματος οὐχ ὑπείκει φύσεως ὅροις. Οὐ γὰρ ἐν ἄρτῳ μόνῳ ζή σεται ὁ ἄνθρωπος͵ ἀλλ΄ ἐπὶ παντὶ ῥήματι ἐκ πορευομένῳ διὰ στόματος Θεοῦ.ῃ Τίς οὕτω καθαρὸς καὶ ψυχὴν καὶ διάνοιαν πρὸς τῷ σώματι͵ ὡς μαρ τυρεῖσθαι αὐτῷ καὶ τὸ πρὸς μίξεις ἠλίθιον; Ἀλλ΄ οὐκ ἠλίθιον ὄντως· οὐ γὰρ ἄλογον͵ οὐδὲ φύσεως τὸ ἀῤῥώστημα͵ λόγου δὲ ἐπικράτεια ἡνιοχοῦντος τὸ ἄλογον͵ καὶ πᾶσαν τὴν ἔφεσιν πρὸς Θεὸν ἀνατείνον τος͵ ἐφ΄ ᾧ καὶ δεδημιούργητο͵ ἀποστρεφομένου μὲν τὸ λεῖον τῆς ἡδονῆς ὡς πυρὸς ὑπέκκαυμα͵ προαιρου μένου δὲ τὸ τραχὺ τῆς ἀρετῆς φέρον πρὸς ῥᾳστώνην ἀΐδιον. Οὕτως ἑαυτὸν συνεθίζων͵ ἐκ μικροῦ προβαί νων͵ ὡσημέραι ἀεὶ ἐγίνετο ἑαυτοῦ ἐγκρατέστερος͵ ἕως τὸ πάθος ἐκοίμησε τέλεον͵ ἀσκητικῇ τέχνῃ τι θασσεύσας καὶ δράσας ὑφήνιον͵ εἰς ἕξιν τοῦ ἔθους τῷ χρόνῳ καὶ προβάδην εἰς φύσιν ἐλάσαντος. Πόνος γὰρ θείας ἐπικουρίας τυχὼν͵ ἀπάθειαν χαρίζεσθαι πέφυκε.