Τρίτη 23 Ιουλίου 2013

Αγ.Κυρίλλου Αλεξανδρείας

Φιλάνθρωπος ὁ Θεὸς͵ φιλάνθρωπος δὲ οὐκ ὀλί γον. Μὴ εἴπῃς· Ἐπόρνευσα͵ ἐμοίχευσα͵ τὰ δεινά μοι πέπρακται· ἆρα συγχωρήσει ὁ Θεός; Ἄκουε τί λέγει ὁ Ψαλμῳδός· Ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότη τός σου͵ Κύριεῃ Οὐ νικᾶ σου τὰ συναχθέντα ἁμαρ τήματα τὸ πλῆθος τῶν οἰκτιρμῶν τοῦ Θεοῦ· οὐ νικᾷ σου τὰ τραύματα τὴν ἰατρικὴν ἐμπειρίαν. Δὸς μόνον σεαυτὸν διὰ πίστεως· λέγε τῷ ἰατρῷ τὴν κάκωσιν͵ εἰπὲ καὶ αὐτὸς κατὰ τὸν Δαβίδ· Εἶπα· Ἐξαγορεύσω κατ΄ ἐμοῦ τὴν ἁμαρτίαν μου τῷ Κυρίῳ͵ καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου.