ΤΟΥ
Κυρίου ἡ γῆ καὶ τὸ
πλήρωμα αὐτῆς, ἡ
οἰκουμένη καὶ πάντες οἱ
κατοικοῦντες ἐν αὐτῇ. 2
αὐτὸς ἐπὶ θαλασσῶν
ἐθεμελίωσεν αὐτὴν καὶ
ἐπὶ ποταμῶν ἡτοίμασεν
αὐτήν. 3 τίς ἀναβήσεται
εἰς τὸ ὄρος τοῦ Κυρίου
καὶ τίς στήσεται ἐν τόπῳ
ἁγίῳ αὐτοῦ; 4 ἀθῷος
χερσὶ καὶ καθαρὸς τῇ
καρδίᾳ, ὃς οὐκ ἔλαβεν
ἐπὶ ματαίῳ τὴν ψυχὴν
αὐτοῦ καὶ οὐκ ὤμοσεν
ἐπὶ δόλῳ τῷ πλησίον
αὐτοῦ. 5 οὗτος λήψεται
εὐλογίαν παρὰ Κυρίου καὶ
ἐλεημοσύνην παρὰ Θεοῦ
σωτῆρος αὐτοῦ. 6 αὕτη ἡ
γενεὰ ζητούντων τὸν Κύριον,
ζητούντων τὸ πρόσωπον τοῦ
Θεοῦ ᾿Ιακώβ. (διάψαλμα). 7
ἄρατε πύλας, οἱ ἄρχοντες
ὑμῶν, καὶ ἐπάρθητε, πύλαι
αἰώνιοι, καὶ εἰσελεύσεται
ὁ βασιλεὺς τῆς δόξης. 8 τίς
ἐστιν οὗτος ὁ βασιλεὺς τῆς
δόξης; Κύριος κραταιὸς καὶ
δυνατός, Κύριος δυνατὸς ἐν
πολέμῳ. 9 ἄρατε πύλας, οἱ
ἄρχοντες ὑμῶν, καὶ
ἐπάρθητε, πύλαι αἰώνιοι,
καὶ εἰσελεύσεται ὁ βασιλεὺς
τῆς δόξης. 10 τίς ἐστιν οὗτος
ὁ βασιλεὺς τῆς δόξης; Κύριος
τῶν δυνάμεων αὐτός ἐστιν
ὁ βασιλεὺς τῆς δόξης.