Δευτέρα 30 Σεπτεμβρίου 2013

Εὐφραινόμενοι τῷ τόκῳ σου Πανάμωμε, πάντες σε μακαρίζομεν· δι᾽ αὐτοῦ γὰρ νῦν, σαρκικῆς γεννήσεως ἡμεῖς, ῥυσθέντες κραυγάζομεν αὐτῷ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τὰς χεῖράς σου τὰς θείας, αἷς τὸν Κτίστην ἐβάστασας, Παρθένε Παναγία, 
σαρκωθέντα χρηστότητι, προτείνασα δυσώπησον αὐτόν, 
λυτρώσασθαι ἡμᾶς ἐκ πειρασμῶν, καὶ παθῶν καὶ τῶν κινδύνων, 
τοὺς εὐφημοῦντας πόθῳ, καὶ βοῶντάς σοι· 
Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, 
δόξα τῷ προελθόντι ἐκ σοῦ, 
δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.