Κυριακή 15 Σεπτεμβρίου 2013

Ὑμεῖς δὲ «γένος ἐκλεκτόν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε» τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς· οἵ ποτε «οὐ λαός», νῦν δὲ «λαὸς Θεοῦ», οἱ «οὐκ ἠλεημένοι», νῦν δὲ «ἐλεηθέντες».



Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες,
 τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει ᾿Ιησοῦ Χριστοῦ, 
ὡς τέκνα ὑπακοῆς μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἁγνοίᾳ ὑμῶν ἐπιθυμίαις, 
ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε,
 διότι γέγραπται·
 «Ἅγιοι γίνεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι». 
Πετρ.Α' 1