Δευτέρα 9 Σεπτεμβρίου 2013

Αγ. Ιωάννου του Χρυσοστόμου

Ἐπέγνων τὸν ἐμὸν Δεσπότην, ἐπέγνων τὸν ἐμὸν ἁλιέα καὶ φύλακα, ἐπέγνων τὸν ἐμὸν βασιλέα καὶ κύριον, Ὁ Κύριός μου, καὶ ὁ Θεός μου. Πιστεύω σου, Δέσποτα, τῇ οἰκονομίᾳ, πιστεύω σου τῇ συγκαταβάσει, πιστεύω σου τῇ προσλήψει τῆς ἐμῆς ἀρχῆς, πιστεύω σου τὸν προσκυνούμενον σταυρὸν, πιστεύω σου τοῖς παθήμασι τῆς σαρκὸς, πιστεύω σου τῷ τριημέρῳ θανάτῳ, πιστεύω σου τῇ ἀναστάσει· λοιπὸν οὐκ ἔτι πολυπραγμονῶ· πιστεύω, οὐκέτι λογοθετῶ· πιστεύω, οὐκέτι ζυγοστατῶ· πιστεύω, οὐκέτι περιεργάζομαι· πιστεύω τοῖς ἐμοῖς ὀφθαλμοῖς, πιστεύω τῇ ἐμῇ δεξιᾷ. Ἔμαθον ἀφ᾿ ὧν εἶδον μὴ λογοθετεῖν· ἔμαθον ἀφ᾿ ὧν ἐψηλάφησα προσκυνεῖν, μὴ ζυγομαχεῖν· ἕνα Κύριον καὶ Θεὸν ἐπίσταμαι, τὸν Δεσπότην Χριστὸν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 Ἀμήν.