Παρασκευή 27 Σεπτεμβρίου 2013

Εὐχὴ ἐκ τῆς τοῦ ἁγίου Ἐφραὶμ διδασκαλίας


῞Ημαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου͵ Κύριε ὁ Θεὸς ὁ Παντο κράτωρ͵ 
καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου͵ 
οὐδὲ ἀτενίσαι καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ πλήθους τῶν ἀδικιῶν μου͵ 
οὐδὲ ὀνομάσαι τὸ ὄνομά σου τὸ ἔνδοξον διὰ τῶν χειλέων μου τῶν ἁμαρτωλῶν· 
ἀνάξιον γὰρ ἐμαυτὸν πεποίηκα καὶ τοῦ οὐρανοῦ καὶ τῆς γῆς͵ 
σὲ παροργίσας τὸν ἀγαθὸν Δεσπό την. 
Δέομαι͵ Κύριε͵ δέομαι͵ μή με ἀπορρίψῃς ἀπὸ τοῦ προσώπου σου͵ 
μηδὲ ἀποστῇς ἀπ΄ ἐμοῦ͵ ἵνα μὴ ἀπόλωμαι. 
Εἰ μὴ γὰρ ἡ χάρις σου ἐσκέπασέ με͵ 
ἤδη ἐγὼ ἀπωλόμην καὶ ἤμην νῦν ὡς χοῦς κατὰ πρόσωπον ἀνέμου· 
καὶ ἐγενόμην ἂν ὡς μὴ φανεὶς ἐν τῷ βίῳ τούτῳ. 
Ἀφ΄ οὗ γὰρ κατέλιπόν σου τὴν ὁδόν͵ οὐ συνήντησέ μοι ἡμέρα ἀγαθή. 
Καὶ γὰρ ἐν ἁμαρτίαις δοκοῦσα ἀγαθὴ ἡμέρα εἶναι͵ τῶν πικροτάτων πικροτάτη τυγχάνει.
Καὶ ἀπὸ τοῦ νῦν ἐλπίζω τῇ χάριτί σου͵ ὅτι ἐνδυναμώσεις φροντίσαι τῆς ἐμαυτοῦ σωτηρίας. 
Καὶ νῦν προσπίπτω δεόμενος͵ ἀντιλαβοῦ μου τοῦ πλανηθέντος ἀπὸ ὁδοῦ δικαιοσύνης· 
ἔκχεε ἐπ΄ ἐμὲ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου͵ ὡς ἐν τῷ ἀσώτῳ υἱῷ͵ 
ὅτι κατῄσχυνά μου τὸν βίον σκορπίσας τὸν πλοῦτον τῆς χάριτός σου. 
Ἐλέησόν με͵ ὁ Θεός͵ καὶ ἀμνησικάκησον ἐπὶ τῷ πεφαυλισμένῳ μου βίῳ. 
Ὡς τὴν πόρνην καὶ τὸν τελώνην καὶ τὸν λῃστὴν οἰκτίρησόν με. 
Οὗτοι γὰρ ἐπὶ γῆς ὄντες ἀπεγνώσθησαν ὑπὸ πάντων· 
σὺ δέ͵ Κύριε͵ προσελάβου αὐτοὺς καὶ παραδεί ξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 
Ἀμήν.