Πέμπτη 2 Μαΐου 2013

Ταπεινούμενος, δι' εὐσπλαγχνίαν, πόδας ἔνιψας, τῶν Μαθητῶν σου, καὶ πρὸς δρόμον θεῖον τούτους κατεύθυνας

Ὁ λίμνας καὶ πηγάς, καὶ θαλάσσας ποιήσας, ταπείνωσιν ἡμᾶς, ἐκπαιδεύων ἀρίστην, λεντίῳ ζωννύμενος, Μαθητῶν πόδας ἔνιψε, ταπεινούμενος, ὑπερβολῇ εὐσπλαγχνίας, καὶ ὑψῶν ἡμᾶς, ἀπὸ βαράθρων κακίας, ὁ μόνος φιλάνθρωπος.