Τετάρτη 15 Μαΐου 2013

Ὅτι εὐλογημένη καὶ δεδοξασμένη ὑπάρχεις εἰς τοὺς αἰῶνας

...Ἐλέησόν μου τὴν ταπείνωσιν, οἰκτείρησόν μου τὴν ἀσθένειαν. 
 Μεγάλην ἔχεις πρὸς τὸν ἐκ σοῦ τεχθέντα τὴν παρρησίαν, ὡς οὐδεὶς ἕτερος. 
Πάντα δύνασαι, ὡς Θεοῦ Μήτηρ. 
Πάντα ἰσχύεις, ὡς πάντων ὑπερέχουσα κτισμάτων. 
Οὐδέν σοι ἀδυνατεῖ, ἐὰν θελήσῃς μόνον. 
Μὴ τὰ δάκρυά μου παρίδῃς· μὴ βδελύξῃ μου τὸν στεναγμόν· 
μὴ ἀπώσῃ μου τὸν ἐγκάρδιον πόνον· μὴ καταισχύνῃς μου τὴν εἰς σὲ προσδοκίαν· 
ἀλλὰ ταῖς μητρικαῖς σου δεήσεσι τὴν τοῦ ἀγαθοῦ Υἱοῦ καὶ Θεοῦ σου ἀβίαστον βιασαμένη εὐσπλαγχνίαν, 
ἀξίωσόν με τὸν ταλαίπωρον καὶ ἀνάξιον δοῦλόν σου τὸ πρῶτον καὶ ἀρχαῖον ἐπαναλαβεῖν κάλλος τῆς ψυχῆς, τὴν τῶν παθῶν ἀμορφίαν ἀποβαλεῖν, 
ἐλευθερωθῆναι ἀπὸ τῆς ἁμαρτίας, δουλωθῆναι τῇ δικαιοσύνῃ, 
ἐκδύσασθαι τὸν μιασμὸν τῆς σαρκικῆς ἡδονῆς, ἐνδύσασθαι τὸν ἁγιασμὸν τῆς ψυχικῆς καθαρότητος, 
νεκρωθῆναι τῷ κόσμῳ, ζῆσαι τῇ ἀρετῇ· 
ὁδοιποροῦντί μοι συνοδεύουσα, ἐν θαλάσσῃ πλέοντι συμπλέουσα, 
ἀεὶ πολεμοῦντάς με δαίμονας νικῶσα, 
ἀγρυπνοῦντά με ἐνισχύουσα, ὑπνοῦντα διαφυλάττουσα, 
θλιβόμενον παραμυθουμένη, ὀλιγοψυχοῦντα παρακαλοῦσα, 
ἀσθενοῦντα ῥωννύουσα, ἀδικούμενον ῥυομένη, 
συκοφαντούμενον ἀθωοῦσα, εἰς θάνατον κινδυνεύοντα συντόμως προφθάνουσα, 
φοβερόν με ὁρατοῖς ἐχθροῖς καὶ ἀοράτοις δεικνύουσα καθ᾿ ἑκάστην, 
ἵνα γνώσωσι πάντες οἱ ἀδίκως τυραννοῦντές με δαίμονες τίνος δοῦλος ὑπάρχω...

Αγ.Γρηγορίου Παλαμά