Παρασκευή 3 Μαΐου 2013

Ἡ ζωή, πῶς θνήσκεις; πῶς καί τάφω οἰκεῖς;














 





Σὲ τὸν ἀναβαλλόμενον τὸ φῶς ὥσπερ ἱμάτιον,
καθελὼν Ἰωσὴφ ἀπὸ τοῦ ξύλου σὺν Νικοδήμῳ,
καὶ θεωρήσας νεκρόν, γυμνόν, ἄταφον,
εὐσυμπάθητον θρῆνον ἀναλαβών, ὀδυρόμενος ἔλεγεν·
Οἴμοι γλυκύτατε Ἰησοῦ·
ὃν πρὸ μικροῦ ὁ ἥλιος ἐν Σταυρῷ κρεμάμενον θεασάμενος, ζόφῳ περιεβάλλετο,
καὶ ἡ γῆ τῷ φόβῳ ἐκυμαίνετο,
καὶ διερήγνυτο τοῦ ναοῦ τὸ καταπέτασμα·
ἀλλ' ἰδοὺ νῦν βλέπω σε δι' ἐμὲ ἑκουσίως ὑπελθόντα θάνατον.
Πῶς σε κηδεύσω Θεέ μου; ἢ πῶς σινδόσιν εἰλήσω;
ποίαις χερσὶ δὲ προσψαύσω τὸ σὸν ἀκήρατον σῶμα;
ἢ ποῖα ᾄσματα μέλψω τῇ σῇ ἐξόδῳ, Οἰκτίρμον;
Μεγαλύνω τὰ πάθη σου ὑμνολογῶ καὶ τὴν ταφήν σου,
σὺν τῇ ἀναστάσει, κραυγάζων· Κύριε δόξα σοι.