Σάββατο 18 Μαΐου 2013

«Φιλότιμος γὰρ ὢν ὁ Δεσπότης...

...δέχεται τὸν ἔσχατον, καθάπερ καὶ τὸν πρῶτον· ἀναπαύει τὸν τῆς ἑνδεκάτης, ὡς τὸν ἐργασάμενον ἀπὸ τῆς πρώτης· καὶ τὸν ὕστερον ἐλεεῖ, καὶ τὸν πρῶτον θεραπεύει· κἀκείνῳ δίδωσι, καὶ τούτῳ χαρίζεται. Καὶ τὴν πρᾶξιν τιμᾷ, καὶ τὴν πρόθεσιν ἐπαινεῖ. ........
Μηδεὶς θρηνείτω πενίαν· ἐφάνη γὰρ ἡ κοινὴ βασιλεία· μηδεὶς ὀδυρέσθω τὰ πταίσματα· συγγνώμη γὰρ ἐκ τοῦ τάφου ἀνέτειλε· »


Αγ. Ιω. Χρυσόστομος