Πέμπτη 16 Μαΐου 2013

Ὁ τῇ ἐπιδημίᾳ τοῦ παρακλήτου Πνεύματος σκεύη τίμια τοὺς ἱερούς σου μαθητὰς ἐργασάμενος, δοχεῖον κἀμὲ τῆς αὐτοῦ ἀνάδειξον ἐπελεύσεως

Ἀεὶ σκέπε, φρούρει τε καὶ φύλαττέ με 
ἐκ παντὸς ἔργου καὶ λόγου ψυχοφθόρου.
 Ἅγνιζε καὶ κάθαρε καὶ ῥύθμιζέ με· 
κάλλυνε, συνέτιζε καὶ φώτιζέ με· 
δεῖξόν με σὸν σκήνωμα Πνεύματος μόνου, 
καὶ μηκέτι σκήνωμα τῆς ἁμαρτίας· 
ἵν᾿ ὡς σὸν οἶκον εἰσόδῳ κοινωνίας, 
ὡς πῦρ με φεύγῃ πᾶς κακοῦργος, πᾶν πάθος. 
Πρέσβεις φέρω σοι πάντας ἡγιασμένους, 
τὰς ταξιαρχίας τε τῶν Ἀσωμάτων, 
τὸν Πρόδρομόν σου, τοὺς σοφοὺς Ἀποστόλους, 
πρὸς τοῖς δε σὴν ἄχραντον ἁγνὴν Μητέρα· 
ὧν τὰς λιτάς, εὔσπλαγχνε, δέξαι, Χριστέ μου, 
καὶ φωτὸς παῖδα τὸν σὸν ἔργασαι λάτριν.

Συμεών του Μεταφραστού