Κυριακή 17 Νοεμβρίου 2013

Αγ. Ιωάννου του Δαμασκηνού

Δεῦτε οὖν͵ ἀδελφοὶ͵ ὅσοι τὸ τῆς πίστεως ἐλά βομεν ὄνομα͵ οἱ Χριστοῦ λαὸς ὀνομάζεσθαι κατ ηξιωμένοι͵ μὴ ἀθετήσωμεν τὴν κλῆσιν ἡμῶν μὴ τὴν πίστιν διὰ τῶν ἀτόπων ἔργων καταρυπώσωμεν. Οὐκ ἀρκεῖ τὸ ἀκούειν πιστὸν μόνον͵ ἀλλ΄ ἔργῳ τὴν πίστιν ἡμῶν ἐπιδειξώμεθα. Δύο γὰρ υἱοὶ͵ φησὶν͵ ἦσαν ἑνὶ πατρὶ͵ καὶ εἶπεν τῷ ἑνί· Πορεύου͵ ἐργά ζου εἰς τὸν ἀμπελῶνα.ῃ Ὁ δὲ ὑπέσχετο μὲν͵ οὐκ ἐπλήρωσε δὲ τὴν ὑπόσχεσιν. Εἶτά φησι πρὸς τὸν ἕτερον. Ὁ δὲ ἀπηρνήσατο μὲν λόγῳ͵ ἔργῳ δὲ τὸ προσταχθὲν ἐξεπέρανε. Καὶ ψέγεται μὲν ὁ πρότερος͵ εὐφημεῖται δὲ ὁ δεύτερος. Καὶ ἡμεῖς τοίνυν μνη σθῶμεν τῆς ἀποταγῆς͵ καὶ συνταγῆς τῆς γενομένης ἐν τῷ βαπτίσματι. Ἀπεταξάμεθα τῷ διαβόλῳ͵ καὶ τοῖς ἀγγέλοις αὐτοῦ͵ καὶ πάσῃ τῇ λατρείᾳ αὐ τοῦ· τηρήσωμεν τὴν ἀπόταξιν· μὴ ὡς κύων ἐπὶ τὸν ἴδιον ἔμετον ἐπιστρέψωμεν. Ἔργα τοῦ διαβόλου εἰ σὶν͵ μοιχεῖαι͵ πορνεῖαι͵ ἀκαθαρσίαι͵ φθόνοι͵ ἔριδες͵ φιλονεικίαι͵ ὑποκρίσεις͵ καταλαλιαὶ͵ εἰρωνεῖαι͵ θυ μοὶ͵ μνησικακίαι͵ κατακρίσεις͵ βλασφημίαι͵ ἐπαοι δίαι͵ ἐπιλαλιαί. Τὰ τῆς ἀπιστίας σημεῖα͵ ἀσπλαγχ νίαι͵ προσπάθειαι͵ ἀντιπάθειαι͵ φιληδονίαι͵ φειδω λίαι͵ κῶμαι͵ μέθαι. Καὶ ἡ τοῦ διαβόλου πομπὴ͵ ὑπερηφανίαι͵ κενοδοξίαι͵ οἴησις͵ ἔπαρσις͵ τύφος͵ ἐπίδειξις͵ καλλωπισμὸς τοῦ σώματος. Τούτων ἁπάν των ἀρνησάμενοι τὴν κοινωνίαν͵ καθὰ συνεταξά μεθα τῷ Χριστῷ͵ τὰς ἐναντίας τούτων ἀρετὰς ζη λώσωμεν· ἁγνείαν͵ σωφροσύνην͵ πτωχείαν͵ ὑπομο νὴν͵ εἰρήνην͵ ἀγάπην͵ συμπάθειαν͵ ἐλεημοσύνην͵ πρωτοτόκων͵ ἔνθα εὐφραινομένων ἡ κατοικία.