Παρασκευή 29 Νοεμβρίου 2013

Σῶσον ἡμᾶς, οἴκτειρον Χριστέ, ὡς πολυέλεος


Ἐμὲ τὸν μόνον καταπατήσαντα, φρενοβλαβῶς τὸν νόμον σου Χριστὲ τὸν σωτήριον, καὶ δεινὴ παραβάσει δουλεύοντα, καὶ κατακεκριμένον σῶσον οἰκτείρησον, διὰ τῆς τεκούσης σὲ Ἁγνῆς, ὡς ὑπεράγαθος.
Λιμὴν ἐν ζάλῃ μοὶ κινδυνεύοντι, τῶν πειρασμῶν γενοῦ θεοχαρίτωτε Δέσποινα, καὶ παθῶν μου τὸν σάλον πραϋνουσα, τὸ τῶν ἁμαρτιῶν μου ξήρανον πέλαγος, ὅπως κατὰ χρέος σὲ ὑμνῶ, τὴν πολυϋμνητον.
Ὁδὸν εὐθείάν μοὶ καθυπόδειξον, δι' ἦς εὐρεῖν δυνήσομαι τὴν πύλην τὴν φέρουσαν, πρὸς τὰ ἄνω Παρθένε Βασίλεια, πρὸς τὰ τοῦ Παραδείσου, θεία σκηνώματα, πρός τὴν δι' αἰῶνος ἀληθῆ, μακαριότητα. 

Στρατὸς Μαρτύρων, Ὁσίων σύλλογος, Ἱεραρχῶν Δικαίων, Προφητῶν, Ἀποστόλων τε, τῶν ἁγίων Ἀγγέλων τὰ τάγματα, μετὰ τῆς σὲ Τεκούσης, ἐκδυσωπούσί σε. Σῶσον ἡμᾶς, οἴκτειρον Χριστέ, ὡς πολυέλεος.