Τετάρτη 27 Νοεμβρίου 2013

Αγ. Ιωάννου του Χρυσοστόμου


Εἰσὶ δὲ πολλοὶ οἵτινες μυρίους στίχους ἀπαγγέλλουσι τῆς εὐχῆς ἕνεκεν λέγοντες· Κύριε͵ δός μοι ὑγίειαν σώματος͵ διπλασίασόν μου τὰ ὑπάρχοντα͵ ἀμύνου μου τὸν ἐχθρόν· ὅπερ πολλῆς ἀλογίας ἐστὶ πεπληρωμένον. Διὸ χρὴ ταῦτα πάντα ἀφέντας ἱκετεύειν καὶ παρακαλεῖν μόνον κατὰ τὸν τελώνην τὸν λέγοντα· Ὁ Θεὸς͵ ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ· καὶ αὐτὸς οἶδε λοιπὸν πῶς σου ἀντιλάβηται· Ζητεῖτε γὰρ͵ φησὶ͵ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ͵ καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Οὕτως οὖν͵ ἀγαπητοὶ͵ φιλοσοφῶμεν μετὰ πόνου καὶ ταπεινώσεως͵ τύπτοντες ἑαυτῶν τὰ στήθη͵ καθάπερ ἐκεῖνος͵ καὶ ἐπιτευξόμεθα ὧνπερ αἰτοῦμεν· ἐὰν δὲ θυμοῦ καὶ ὀργῆς πεπληρωμένοι προσευχώμεθα͵ βδελυκτοὶ καὶ μισητοὶ παρὰ Θεῷ εὑρισκόμεθα. Συντρίψωμεν οὖν ἡμῶν τὴν διάνοιαν͵ καὶ ταπεινώσωμεν ἡμῶν τὰς ψυχὰς͵ καὶ εὐχώμεθα ὑπέρ τε ἑαυτῶν͵ καὶ ὑπὲρ τῶν λυπησάντων ἡμᾶς. Εἰ γὰρ βούλει τὸν δικαστὴν ἐπισπάσασθαι πρὸς βοήθειαν τῆς σῆς ψυχῆς͵ καὶ τοῦ σοῦ μέρους αὐτὸν ποιῆσαι͵ μηδέποτε αὐτῷ ἐντύγχανε κατὰ τοῦ λελυπηκότος. Τοιοῦτος γάρ ἐστι τοῦ δικαστοῦ ὁ τρόπος· ἐκείνοις μάλιστα ἐπινεύει καὶ δίδωσι τὰ αἰτήματα͵ τοῖς ὑπὲρ τῶν ἐχθρῶν εὐχομένοις͵ τοῖς μὴ μνησικακοῦσι͵ τοῖς μὴ ἐπαιρομένοις τοῖς ἐχθροῖς αὐτῶν. Καὶ ὅσον οὗτοι ποιοῦσι τοῦτο͵ τοσοῦτον ἐκείνοις ὁ Θεὸς ἐπεξέρχεται͵ ἐὰν μὴ μεταβληθῶσιν εἰς μετάνοιαν.