Τρίτη 19 Νοεμβρίου 2013

Αγ. Θεοδώρου του Στουδίτου



Εἰσερχομένου τοῦ ἀδελφοῦ καὶ παροικονόμου εὔκαιρον ἡγησάμεθα χαράξαι ὑμῖν βραχεῖαν συλλαβήν͵ ταῖς κατὰ Κύριον ἀδελφαῖς. καὶ δὴ ἐρωτῶμεν͵ πῶς ἔχει ἡ ἁγία δυὰς ὑμῶν͵ αἱ πᾶσαι ἀδελφαί. ὁρᾶτε πῶς ὡς οὐκ ἄλλαις ἀδελφαῖς ὑμῖν προσκείμενοι κατὰ θεὸν ἐρωτῶμεν καὶ διαλεγόμεθα; καὶ εἰκότως· οὗ γὰρ πίστις͵ ἐκεῖ καὶ πόθος͵ ἕλκων καὶ ἀνθελκόμενος διὰ Πνεύματος Ἁγίου͵ οὗ δὲ ταῦτα͵ ἐκεῖ καὶ φροντὶς σώσματος. διὰ τοῦτο γράφομεν παρακαλοῦντες ὑπὲρ Χριστοῦ οἱ ἀνάξιοι ἔχεσθαι ὑμᾶς τῆς καλῆς ὁμολογίας͵ ἧς ὡμο λογήσαμεν ἅπαντες ἐνώπιον θεοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων͵ ζῆσαι ἐν Κυρίῳ ἐν τῇ ἀποθέσει τοῦ σαρκικοῦ φρονήματος͵ ὅπερ ἐστὶ τὸ ῥαγῆναι τῶν δεσμῶν τῆς προσπαθείας τοῦ τῇδε αἰῶνος καὶ μετὰ θεοῦ γενέσθαι͵ ὃν καὶ ἠγαπήσαμεν͵ ᾧ καὶ ἐνυμφεύθημεν͵ μεθ΄ οὗ καὶ συνεσόμεθα εἰσαεί. τοῦτον͵ ἀδελφαί͵ ἀναπνέομεν ἀεί͵ τοῦτον ἐρωτευόμεθα τὸν ἀληθινὸν ἔρωτα͵ τὸν ἀπρόσιτον πόθον͵ τὸν μόνον δεσπότην οὐρανοῦ καὶ γῆς· οὗ ἡ πρὸς ἀνθρώπους ἀγάπησις τοσαύτη͵ ὡς δούλου μορφὴν αὐτὸν ἀναλαβεῖν εἰς τὸ ἀνακαλέσασθαι ἡμᾶς τῆς φθορᾶς καὶ θεοὺς ἀπεργάσασθαι. ὡς μεγίστη ἡ ἐπαγγελία· ὡς ἐξαί σιον τὸ ἐν οὐρανοῖς ἀπάντημα. ἐκεῖ ἐκλάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος· ἐκεῖ αἱ τὴν παρθενίαν ἐνδεδυμέναι τῷ ἀφθάρτῳ νυμφίῳ συν αφθήσονται· ἐκεῖ αἱ τὴν ὑποταγὴν καὶ ὑπακοὴν ἐξασκήσασαι ὡς ἄρχουσαι Χριστοῦ χορεύσουσιν αἰώνια͵ αἱ δὲ ἐναντίαι τὰ ἐναντία δῆλον ὅτι πείσονται. Ὥστε͵ ἀδελφαὶ σταυροφόροι͵ μὴ λάθωμεν ἑαυταῖς ἀντὶ ζωῆς καὶ χαρᾶς ἀπείρου κόλασιν καὶ πῦρ αἰώνιον θησαυρίζουσαι δι΄ ἀμελείας καὶ φθορᾶς σαρκός͵ παρακοῆς τε καὶ ἐμπαθοῦς ἀναστροφῆς. ἡ ἀρετὴ ἐκ θεοῦ καὶ θεία͵ ἡ κακία ἐκ σατανᾶ καὶ σατανᾶς· οἱ τὴν πρώτην ἑλόμενοι θεοῦ καὶ θεοί͵ οἱ τὴν δευτέραν δαίμονες καὶ τοῦ σατανᾶ. οὕτως ὑμᾶς καὶ νῦν δεξιούμεθα. καὶ μὴ βαρὺς ὑμῖν λογισθείην ὡς φορτικὰ λαλῶν͵ ἀλλὰ μᾶλλον ἡδὺς ὡς ὑπὲρ θεοῦ παραινῶν. καὶ οὐ πρὸς τὰς κυρίας ὁ λόγος (αὐταὶ γὰρ διδάσκαλοι καὶ ἑτέρων)͵ ἀλλὰ πρὸς τὸ τῆς ἀδελφότητος πλήρωμα͵ ὅπερ φυλαχθείη ἔτι τε καὶ ἔτι εὐεκτοῦν͵ εὐθηνοῦν εἰς καύχημα καὶ ἐμοὶ ὡς παρακλήτορι εἰς ἡμέραν Χριστοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.