Πέμπτη 7 Νοεμβρίου 2013

Αγ. Ιωάννου του Χρυσοστόμου




Ὅθεν κἀγὼ ἐξίσταμαι τῷ θαύματι͵ τρέμων τὸ μυστήριον. Θαῤῥήσω τῷ Γαβριὴλ͵ καὶ φυγαδεύω μου τὸν φόβον. Τὰ πρὸς Μαρίαν ῥήματα͵ ἑρμηνεύοντα θαύματα. Ποῖα ταῦτα; Καί φησι· Χαῖρε͵ κεχαριτωμένη͵ ῃ οὐρανίου στάχυος ἀθέριστος ἄρουρα· χαῖρε͵ κεχαριτωμένη͵ ἀληθινῆς ἀμπέλου ἀψευδὴς μήτηρ παρθένος· χαῖρε͵ κεχαριτωμένη͵ ἀτρέπτου θεότητος σαγήνη ἀδιάπτωτος· χαῖρε͵ κεχαριτωμένη͵ τῆς ἀχωρήτου φύσεως χωρίον εὐρύχωρον· χαῖρε͵ κεχαριτωμένη͵ τοῦ χηρεύοντος κόσμου νυμφίε͵ τόκε ἀμίαντε· χαῖρε͵ κεχαριτωμένη͵ ἡ τῇ κτίσει ὑφάνασα ἀχειρόπλοκον στέφανον· χαῖρε͵ κεχαριτωμένη͵ πυρὸς ἅγιον οἰκητήριον͵ χαῖρε͵ κεχαριτωμένη͵ ἡ τῆς φυγάδος οἰκουμένης ἐπάνοδος· χαῖρε͵ κεχαριτωμένη͵ τῆς λιμωττούσης κτίσεως ταμιεῖον ἀδα πάνητον· χαῖρε͵ κεχαριτωμένη͵ ἡ χάρις ἡ ἀπέραντος τῆς ἁγίας παρθένου· χαῖρε͵ κεχαριτωμένη͵ πολλῶν ἀρετῶν κεκοσμημένη λαμπαδηφόρε͵ τὸ ἄσβεστον καὶ τοῦ ἡλίου λαμπρότερον φῶς· χαῖρε͵ κεχαριτωμένη͵ τοῦ νοητοῦ ἀγκίστρου τὸ δέλεαρ· χαῖρε͵ κεχαριτωμένη͵ νοερὰ τῆς δόξης κιβωτέ· χαῖρε͵ κεχαριτωμένη͵ ἡ στάμνος ἡ χρυσῆ͵ ἡ τὸ οὐράνιον ἔχουσα μάννα· χαῖρε͵ κεχαριτωμένη͵ ἡ τὴν γλυκεῖαν πόσιν τῆς ἀεννάου πηγῆς τοὺς διψῶντας ἐμπλήσασα· χαῖρε͵ κεχαριτωμένη͵ ἡ νοερὰ θάλασσα͵ καὶ τὸν οὐράνιον ἔχουσα μαργαρίτην Χριστόν· χαῖρε͵ κεχαριτωμένη͵ ὁ λαμπρὸς οὐρανὸς͵ ἡ τὸν ἀχώρητον ἐν οὐρανοῖς ἐν ἑαυτῇ ἔχουσα Θεὸν ἀχώρητον καὶ ἀστενοχώρητον· χαῖρε κεχαριτωμένη͵ στυλοειδὴς νεφέλη͵ ἡ τὸν Θεὸν ἔχουσα τὸν ἐν τῇ ἐρήμῳ καθοδηγήσαντα τὸν Ἰσραήλ.