Κυριακή 18 Αυγούστου 2013

Οὐ ῥημάτων εὐπορῶ, ἀρετῶν δὲ ἀπορῶ, οὐ γὰρ στέργω προσευχήν, καὶ νηστείαν ἐκτελεῖν, Θεόνυμφε, καὶ διὰ τοῦτο πρὸς σὲ κατέφυγον.




Ὅλον μου τὸν βίον, 
ἀληθῶς ἐν κακοῖς ἐδαπάνησα, 
καὶ διὰ τοῦτό σοι κραυγάζω, 
τὸν Υἱόν Σου δυσώπει Ἁγνή, 
ἵνα ὡς τὸν ἄσωτον, 
ἀνακαλέσῃ καὶ σώσῃ με νῦν,
κείμενον τοῖς πταίσμασι.