Σάββατο 3 Αυγούστου 2013

Εἰς κοσμικούς



 Χριστοῦ μαθηταί͵ τοῦ καλοῦ καὶ πραέος͵ μῆνιν φέροντες εἰς ἑαυτοὺς ταῖς μάχαις͵ πῶς εἰς τὸν αὐτοῦ βαίνετε φρικτὸν δόμον; Δώρων πανάγνων πῶς μεθέξετε ξένως; Καὶ μὴν Ἰούδας͵ ὁ προσελθὼν ἐν δόλῳ͵ φιλῶν μὲν ἔξω͵ μηνιῶν δὲ τοῖς ἔσω͵ ὤφθη μαθητὴς πεπρακὼς τὸν Δεσπότην. Μηδεὶς παρίτω λοιπὸν ἐχθρωδῶς ἔχων͵ ξίφος κατ΄ αὐτοῦ πηγνύων τῇ καρδίᾳ͵ αἰώνιον πῦρ ἀντίδωρον λαμβάνων. Γνόντες τὰ τῇδε προσφιλῶς σχῶμεν πάνυ.

Αγ.Θεοδώρου του Στουδίτου