Τετάρτη 7 Αυγούστου 2013

∆ιὰ τοῦτο συνεχῶς τὸν περὶ μετανοίας κινῶ λόγον .

Τίς γὰρ τοιοῦτος λιμὴν , οἷος ἡ Ἐκκλησία; 
τίς τοιοῦτος παράδεισος , ὡς ἡ σύνοδος ἡ ὑμετέρα;
Οὐκ ἔστιν ἐνταῦθα ὄφις ἐπιβουλεύων , ἀλλ ' ὁ Χριστὸς μυσταγωγῶν·
οὐκ ἔστιν Εὖα ὑποσκελίζουσα , ἀλλ ' ἡ Ἐκκλησία ὀρθοῦσα·
οὐκ ἔστιν ἐνταῦθα φύλλα δένδρων , ἀλλ ' ὁ καρπὸς τοῦ πνεύματος· 
οὐκ ἔστιν ἐνταῦθα φραγμὸς ἀκανθῶν , ἀλλ ' ἄμπελος εὐθηνοῦσα .
Ἐὰν δὲ ἄκανθαν εὕρω , εἰς ἐλαίαν μεταφέρω· οὐ γὰρ ἀπορίᾳ φύσεως τὰ ἐνταῦθα , ἀλλ ' ἐλευθερίᾳ προαιρέσεως τετίμηται· 
ἐὰν δὲ λύκον εὕρω , πρόβατον ποιῶ , οὐ τὴν φύσιν μεταβάλλων , ἀλλὰ τὴν προαίρεσιν μεταφέρων . ∆ιὰ τοῦτο οὐκ ἄν ἁμάρτοι τις τῆς κιβωτοῦ τήν Ἐκκλησίαν μείζονα προσειπών. Ἡ μέν γάρ κιβωτός παρελάμ­βανε τά ζῶα καί ἐφύλαττε ζῶα, ἡ δέ Ἐκκλησία παραλαμβάνει τά ζῶα καί μεταβάλλει. Οἶόν τι λέγω. Εἰσῆλθεν ἐκεῖ ἱέραξ καί ἐξῆλθεν ἱέραξ· εἰσῆλθε λύκος καί ἐξῆλθε λύκος· εἰσῆλθε ἱέραξ ἐνταῦθα καί ἐξέρχε­ται περιστερά· εἰσέρχεται λύκος καί ἐξέρχεται πρόβατον· εἰσέρχεται ὄφις καί ἐξέρχεται ἀρνίον, οὐ τῆς φύσεως μεταβαλλομένης, ἀλλά τῆς κακίας ἐλαυνομένης.

Αγ.Ιωάννου του Χρυσοστόμου