Παρασκευή 2 Αυγούστου 2013

Τῆς δέ τί καθαρώτερον;Τί δέ ἀμεμπτότερον;

 Ἐξοστρακισθεὶς δὲ τοῦ ἐνδύματος͵ εἰ μὴ ταῖς θείαις προμηθείαις ἀντανίστατο͵ οὐκ ἂν εἰς τὴν πο λυπαθεστάτην ἀλλοίωσιν κατηγάγετο͵ ἀντὶ Θεοῦ μονάρχου πολυθεΐαν σεβόμενος. Διά τοι ταῦτα͵ ὡς ἐν κεφαλαίῳ φάναι͵ τῇ φθορᾷ κατεσχημένων ἁπάν των͵ καὶ Θεοῦ κατοικτιζομένου μὴ εἰς παντελῆ ἀνυπαρξίαν χωρῆσαι τὸ τῶν οἰκείων χειρῶν πλάσμα͵ ἄλλου καινοῦ οὐρανοῦ͵ γῆς τε καὶ θαλάσσης ποίημα͵ ἐν οἷς χωρηθῆναι εὐδοκεῖ δι΄ ἀνάπλασιν τοῦ γένους ὁ ἀχώρητος. Καὶ ταῦτά ἐστιν ἡ μακαρία καὶ πολυ ύμνητος Παρθένος. Ὢ τοῦ θαύματος Οὐρανὸς μὲν͵ ὡς ἐκ τῶν ἀδύτων θησαυρῶν͵ τὸν τῆς δικαιοσύνης ῞Ηλιον ἀνίσχουσα· γῆ δὲ͵ ὡς ἐκ τῶν ἀχράντων λαγό νων τῆς ἀφθαρσίας͵ τὸν στάχυν τῆς ζωῆς βλαστή σασα· θάλασσα͵ ὡς ἐκ τῶν κοιλιακῶν κόλπων͵ τὸ νοητὸν μαργαρίτην προφέρουσα. ῎Ηδη τοιγαροῦν παρήχθη ἡ νεοφανὴς κτίσις τοῦ ἀχωρήτου. Ηὐτρε πίσθη ἡ βασίλειος αὐλὴ τοῦ Παμβασιλέως. Ἡτοι μάσθη τὸ λογικὸν καταγώγιον τοῦ ἀκαταλήπτου. Ὡς μεγαλοπρεπὴς ὅδε ὁ κόσμος ὡς ἀξιάγαστος ἡ δη μιουργία͵ φυτοῖς ἀρετῶν ὡραΐζουσα͵ ἄνθεσιν ἁγνείας εὐωδιάζουσα͵ λαμπρότησι θεωριῶν ἀγλαΐζουσα͵ πᾶ σιν ἄλλοις ἀμφιλαφέσιν ἀγαθοῖς ἀνενδεῶς ἔχουσα͵ ἀξία͵ τὸ δὴ λεγόμενον͵ τοῦ Θεοῦ πρὸς ἀνθρώπους ἐνοικήσεως.Καίτοι γε καὶ ὁ πρὶν κόσμος͵ θαυμα στὸς ὅτι μάλιστα· ὅτε γὰρ͵ φησὶν͵ ἐγενήθησαν ἄστρα͵ ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου͵ῃ καὶ ὕμνησαν. Ἀλλ΄ οὔ τί πω οὕτω θεοπρεπὲς͵ ὡς ἡ μακαρία αὕτη καὶ πανθαύμαστος Παρθένος. Καὶ ὅτι ἀληθὲς͵ ἄκουσον τοῦ πολύτλα Ἰὼβ λέγοντος· Οὐρανὸς μὲν οὐ καθαρὸς͵ ἄστρα δὲ οὐκ ἄμεμπτα ἐναντίον αὐτοῦ. Τῆς δὲ τί καθαρώτερον; τί δὲ ἀμεμ πτότερον; ἧς τοσοῦτον ἠράσθη Θεὸς͵ τὸ ἀκρότατον φῶς καὶ καθαρώτατον͵ ὡς δι΄ ἐπελεύσεως ἁγίου Πνεύματος οὐσιωδῶς αὐτῇ συγκραθῆναι͵ καὶ ἐξ αὐτῆς προελθεῖν τέλειος ἄνθρωπος͵ μετὰ τῆς ἀμε ταβόλου καὶ ἀσυγχύτου τῶν οἰκείων ἱδρύσεως. Ὢ τοῦ θαύματος Τὴν ἰδίαν δούλην͵ μητέρα κτήσασθαι οὐκ ἐπῃσχύνθη ὁ φιλανθρωπότατος. Ὢ τῆς συγκα ταβάσεως Τοῦ ἰδίου πλάσματος γέννημα χρηματίσαι οὐκ ἀπῃνήνατο ὁ ὑπεράγαθος͵ ἐκείνης ἐρασθεὶς δη λαδὴ τῆς ὡραιοτέρας πάσης κτίσεως͵ ἐκείνης ἐπι λαβόμενος τῆς ἀξιωτέρας τῶν οὐρανίων δυνάμεων.
 Αγ.Θεοδώρου του Στουδίτου