Σάββατο 24 Αυγούστου 2013

φιλία και πλησίον

Καὶ μὴ τὸ δεῖσθαι ἑτέρου αἰσχρόν τι εἶναι νόμιζε· τῆς γὰρ ἀφάτου σοφίας τοῦ Θεοῦ τοῦτο γέγονεν ἔργον. Εἰ γὰρ ἀλλήλων χρῄζομεν, καὶ οὐδὲ ἡ τῆς χρείας ἀνάγκη συνάγει εἰς φιλίαν ἡμᾶς· εἰ αὐτάρκεις ἧμεν, οὐκ ἂν ἦμεν θηρία ἀτίθασσα; Βίᾳ καὶ ἀνάγκῃ ἡμᾶς ὑπέταξεν ὁ Θεὸς ἀλλήλοις, καὶ καθ' ἑκάστην συγκρουόμεθα ἀλλήλοις ἡμέραν· εἰ τοῦτον περιεῖλε τὸν χαλινὸν, τίς ἂν ταχέως ἠράσθη τῆς τοῦ πλησίον φιλίας; ∆ιὰ γὰρ τοῦτο μίαν οἰκίαν ἡμῖν τὸν κόσμον ἔδωκεν ὁ Θεὸς, καὶ ἕνα ἀνῆψε πᾶσι λύχνον, τὸν ἥλιον, καὶ ἕνα ἐξέτεινεν ὄροφον, τὸν οὐρανὸν, καὶ μίαν ἀνῆκε τράπεζαν, τὴν γῆν. 

Αγ. Ιωάννου χρυσοστόμου