Παρασκευή 23 Αυγούστου 2013

Αγ.Ιωάννου του Δαμασκηνού


Χαίροις͵ μόνη Μήτηρ Θεοῦ͵ ἡ ἀπ΄ ἄκρων τοῦ οὐ ρανοῦ ἕως ἄκρων αὐτοῦ͵ μητρικῶς τε καὶ Δαυϊτικῶς τὸ κατάντημα τῆς προστασίας ἔχουσα. Χαίροις͵ μόνη Μήτηρ Θεοῦ͵ ἡ τῶν ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων μεγαλοπρεπής τε καὶ μεγαλόφωτος εὔ κλεια. Χαίροις͵ μόνη Μήτηρ Θεοῦ͵ ἡ πάσης ἀκτῖνος φωτεινοτέρα͵ καὶ πάσης καθαρότητος καθαρωτέρα. Χαίροις͵ μόνη Μήτηρ Θεοῦ͵ ἡ παντὸς σεβάσματος σεβασμιωτέρα͵ καὶ παντὸς ἀκούσματος ὑπερκείμενον ἄκουσμα. Χαίροις͵ μόνη μήτηρ Θεοῦ͵ ἡ παντὸς γλυκάσματος γλυκυτέρα͵ καὶ παντὸς εὐγενοῦς εὐ γενεστέρα͵ καὶ παντὸς πλούτου ῥέοντος πλουσιωτέρα. Χαίροις͵ μόνη Μήτηρ Θεοῦ͵ τὸ μόνον ὄντως ἀληθῶς Χριστιανικῆς κτίσεως παγκάλλινον καὶ πασιπόθητον ὄνομα. Χαίροις͵ μόνη Μήτηρ Θεοῦ͵ ἡ προσκυνητὴ εἰς τοὺς αἰῶνας͵ καὶ δοξαστὴ εἰς τοὺς αἰῶνας͵ καὶ ἐπαινετὴ εἰς ἀπεράντους αἰῶνας. Χαίροις͵ μόνη Μή τηρ Θεοῦ͵ ἡ εἰς πάσας γενεὰς γενεῶν ὑπὸ ἀγγέλων τε καὶ ἀνθρώπων ὁμοφώνως ἐν φόβῳ μεγαλυνομένη.