Τρίτη 6 Αυγούστου 2013

Αγ. Σισώη - ελπίδα στο έλεος του Θεού



Τρεῖς γέροντες παρέβαλον τῷ ἀββᾷ Σισόῃ, ἀκούσαντες τὰ περὶ αὐτοῦ. Καὶ λέγει αὐτῷ ὁ πρῶτος· 
Πάτερ, πῶς δύναμαι σωθῆναι ἀπὸ τοῦ πυρίνου ποταμοῦ; Ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῷ. Λέγει αὐτῷ ὁ δεύτερος· Πάτερ, πῶς δύναμαι σωθῆναι ἀπὸ τοῦ βρυγμοῦ τῶν ὀδόντων, καὶ ἐκ τοῦ σκώληκος τοῦ ἀκοιμήτου; Λέγει αὐτῷ ὁ τρίτος· Πάτερ, τί ποιήσω, ὅτι ἡ μνήμη τοῦ ἐξωτέρου σκότους φονεύει με; 
Ἀποκριθεὶς δὲ ὁ γέρων εἶπεν αὐτοῖς· Ἐγὼ οὐδενὸς τούτων μέμνημαι· φιλεύσπλαγχνος γὰρ ὢν ὁ Θεὸς, ἐλπίζω ὅτι ποιεῖ μετ' ἐμοῦ ἔλεος. 
Ἀκούσαντες δὲ τὸν λόγον τοῦτον οἱ γέροντες ἀπῆλθον λυπούμενοι. Μὴ θέλων δὲ ὁ γέρων ἐᾶσαι αὐτοὺς λυπουμένους ἀπελθεῖν, ὑποστρέψας αὐτοῖς εἶπε· Μακάριοί ἐστε, ἀδελφοί· ἐζήλωσα γὰρ ὑμᾶς. Ὁ πρῶτος γὰρ ὑμῶν εἶπε περὶ τοῦ πυρίνου ποταμοῦ, καὶ ὁ δεύτερος περὶ τοῦ Ταρτάρου, καὶ ὁ τρίτος περὶ τοῦ σκότους. Εἰ οὖν τοιαύτης μνήμης κυριεύει ὁ νοῦς ὑμῶν, ἀδύνατον ὑμᾶς ἁμαρτῆσαι. Τί δὲ ποιήσω ἐγὼ ὁ σκληροκάρδιος, μὴ συγχωρούμενος εἰδέναι ὅτι κἄν ἐστι κόλασις τοῖς ἀνθρώποις· καὶ ἐκ τούτου, ἐν πάσῃ ὥρᾳ ἁμαρτάνω; 
Καὶ μετανοήσαντες αὐτῷ εἶπον· Καθάπερ ἠκούσαμεν, οὕτως καὶ εἴδομεν.