Δευτέρα 12 Ιανουαρίου 2015

Ἡ τοῦ Θεοῦ ὰγάπη καί χάρις


Εἴ τις μικρὸν ἀποστήσας τοῦ σώματος τὴν διάνοιαν καὶ τῆς τῶν παθῶν δουλείας τε καὶ ἀφροσύνης ἔξω γενόμενος ἀδόλῳ καὶ εἰλικρινεῖ λογισμῷ τὴν αὐτὸς ἑαυτοῦ κατίδοι ψυχήν͵ ὄψεται καθαρῶς ἐν τῇ ταύτης φύσει τοῦ θεοῦ τήν τε πρὸς ἡμᾶς ἀγάπην καὶ τὸ βούλημα τῆς ἐκείνου δημιουργίας. Eὑρήσει γὰρ τοῦτον τὸν τρόπον ἐπισκοπῶν συνουσιωμένην τε καὶ συμπεφυκυῖαν τῷ ἀνθρώπῳ τὴν ἐπὶ τὸ καλόν τε καὶ ἄριστον τῆς ἐπιθυμίας ὁρμὴν καὶ τῆς νοητῆς ἐκείνης καὶ μακαρίας εἰκόνος͵ ἧς ὁ ἄνθρωπος μίμημα͵ τὸν ἀπαθῆ καὶ μακάριον ἔρωτα συνημμένον τῇ φύσει. Ἀλλὰ πλάνη τις τῶν ὁρατῶν τούτων καὶ ῥεόντων ἀεὶ διὰ πάθους ἀλόγου καὶ πικρᾶς ἡδονῆς τὴν ἀμελῆ καὶ ἀφύλακτον ὑπὸ ῥᾳθυμίας ψυχὴν ἀπατῶσα καὶ γοητεύουσα πρὸς κακίαν ἕλκει δεινήν͵ γεννωμένην τε ἐκ τῶν ἡδονῶν τοῦ βίου καὶ γεννῶσαν θάνατον τοῖς ἑαυτῆς ἐρασταῖς. Διὰ τοῦτο τὴν γνῶσιν τῆς ἀληθείας͵ τὸ σωτήριον ταῖς ψυχαῖς φάρμακον͵ ἡ τοῦ σωτῆρος ἡμῶν τοῖς πόθῳ δεχομένοις ἐδωρήσατο χάρις· ὑφ΄ ἧς λύεται μὲν ἡ γοητεύουσα τὸν ἄνθρωπον πλάνη͵ τὸ δὲ τῆς σαρκὸς ἄτιμον κατασβέννυται φρόνημα͵ τῷ τῆς ἀληθείας φωτὶ πρὸς τὸ θεῖόν τε καὶ τὴν ἑαυτῆς σωτηρίαν ὁδηγουμένης τῆς ψυχῆς͵ ἣ τὴν γνῶσιν ἐδέξατο.

Άγιος Γρηγόριος Νύσσης