Τρίτη 13 Ιανουαρίου 2015

περὶ τοῦ ἀββᾶ Ἰωάννου τοῦ Πέρσου


Διηγήσατό τις τῶν πατέρων περὶ τοῦ ἀββᾶ Ἰωάννου τοῦ Πέρσου ὅτι ἐκ τῆς πολλῆς αὐτοῦ ἀρετῆς εἰς βαθυτάτην ἤλασεν ἀκακίαν. Οὗτος δὲ ἔμενεν ἐν Ἀραβίᾳ τῆς Αἰγύπτου. Ἐχρήσατο δέ ποτε παρὰ ἀδελφοῦ ἕνα χρύσινον καὶ ἠγόρασε λινάρια ἵνα ἐργάσηται. Καὶ ἦλθεν ἀδελφὸς πρὸς αὐτὸν λέγων· Χρῆσόν μοι͵ ἀββᾶ͵ ὀλίγα λινάρια ἵνα ποιήσω ἐμαυτῷ λεβίτωνα. Καὶ ἔδωκεν αὐτῷ μετὰ χαρᾶς. Ὁμοίως δὲ καὶ ἄλλος ἦλθε παρακαλῶν αὐτὸν καὶ λέγων· Δός μοι ὀλίγα λινάρια ἵνα ποιήσω λέντιον. Ἔδωκε δὲ καὶ αὐτῷ. Ὁμοίως δὲ καὶ ἄλλων αἰτησάντων ἐδίδου ἁπλῶς μετὰ χαρᾶς. Ὕστερον δὲ ἦλθεν ὁ κύριος τοῦ χρυσίνου θέλων αὐτό. Λέγει οὖν αὐτῷ ὁ γέρων· Ἐγὼ φέρω σοι αὐτό. Καὶ μὴ ἔχων πόθεν δοῦναι αὐτῷ τὸ νόμισμα͵ ἀνέστη ἀπελθεῖν πρὸς τὸν ἀββᾶ Ἰάκωβον τὸν τῆς διακονίας παρακαλέσαι αὐτὸν δοῦναι αὐτῷ τὸ νόμισμα͵ ἵνα ἀποδώσει τῷ ἀδελφῷ. Καὶ ὑπάγων εὗρε ὀλοκοτίνιν κείμενον χαμαὶ καὶ οὐχ ἥψατο αὐτοῦ. Ποιήσας δὲ εὐχὴν ὑπέστρεψεν εἰς τὸ κελλίον ἑαυτοῦ. Καὶ πάλιν ἦλθεν ὁ ἀδελφὸς θέλων λαβεῖν τὸ νόμισμα. Καὶ λέγει αὐτῷ. Ἐγὼ πάντως φροντίζω. Καὶ ἀπελθὼν πάλιν ὁ γέρων εὗρε τὸ νόμισμα χαμαὶ κείμενον ὅπου ἦν· καὶ ποιήσας πάλιν εὐχὴν ὑπέστρεψεν. Καὶ ἰδοὺ πάλιν ἦλθεν ὁ ἀδελφὸς ὀχλῶν αὐτόν. Καὶ λέγει ὁ γέρων· Ἔτι τὸ ἅπαξ τοῦτο συγχώρησον͵ καὶ φέρω σοι αὐτό. Καὶ ἀναστὰς πάλιν ἀπῆλθε κατ΄ ἐκείνου τοῦ τόπου καὶ εὗρεν αὐτὸ ἐκεῖ. Καὶ ποιήσας εὐχὴν ἔλαβεν αὐτὸ καὶ ἦλθε πρὸς τὸν ἀββᾶ Ἰάκωβον καὶ λέγει αὐτῷ· Ἀββᾶ͵ ἐρχόμενος πρός σε εὗρον τοῦτο τὸ νόμισμα ἐν τῇ ὁδῷ· ποίησον οὖν ἀγάπην καὶ κήρυξον ἐν τῇ ἐνορίᾳ͵ μή τις ἀπώλεσεν αὐτό. Καὶ ἐὰν εὑρεθῇ ὁ κύριος αὐτοῦ͵ δὸς αὐτό. Ἀπελθὼν οὖν ὁ γέρων ἐπὶ τρεῖς ἡμέρας ἐκήρυξεν͵ καὶ οὐδεὶς εὑρέθη ἀπολέσας αὐτό. Τότε λέγει ὁ γέρων τῷ ἀββᾷ Ἰακώβῳ· Εἰ οὐδεὶς τοῦτο ἀπώλεσε τὸ νόμισμα͵ δὸς αὐτὸ τῷδε τῷ ἀδελφῷ· χρεωστῶ γὰρ αὐτῷ͵ καὶ ἐρχόμενος λαβεῖν αὐτὸ παρά σου ἀγάπην καὶ ἀποδοῦναι τὸ χρέος εὗρον αὐτὸ ἐν τῇ ὁδῷ. Καὶ ἐθαύμασεν ὁ γέρων πῶς χρεωστῶν καὶ εὑρὼν οὐκ εὐθέως ἔλαβε καὶ ἀπέδωκεν αὐτό. Καὶ τοῦτο δὲ ἦν τὸ θαυμαστὸν αὐτοῦ ὅτι͵ εἰ ἤρχετό τις χρήσασθαι παρ΄ αὐτοῦ τι͵ οὐ δι΄ ἑαυτοῦ παρεῖχεν͵ ἀλλ΄ ἔλεγε τῷ ἀδελφῷ· Ὕπαγε σεαυτῷ ἆρον εἴ τι χρῄζεις. Καὶ εἰ ἔφερεν͵ ἔλεγε τῷ ἀδελφῷ· Ἀπόθου αὐτὸ πάλιν εἰς τὸν τόπον αὐτοῦ. Εἰ δὲ οὐδὲν ἔφερεν ὁ λαμβάνων͵ οὐδὲν ἔλεγεν αὐτῷ.