Σάββατο 10 Ιανουαρίου 2015

Αγ. Κυρίλλου Αλεξανδρεὶας


«Δίκαιοι γὰρ ἡμεῖς οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ͵ ἃ ἐποιήσαμεν ἡμεῖς͵ ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος»͵ καθὰ γέγραπται. Προσεμπεδοῖ δὲ τὸν λόγον καὶ ὁ σοφώτατος Παῦλος ἐπιστέλλων ὡδί· Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται͵ μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν. Δικαιοσύνη δὲ Θεοῦ͵ διὰ πίστεως Ἰησοῦ Χριστοῦ͵ εἰς πάντας τοὺς πιστεύοντας. Οὐ γάρ ἐστι διαστολή. Πάντες γὰρ ἥμαρτον͵ καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ͵ δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι͵ διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ. Ἵνα τοίνυν ἐλευθέρους ἡμᾶς ἀποφήνῃ͵ καὶ ποινῆς καὶ δίκης͵ καὶ τῆς ἐκείνου καταβοῆς͵ γέγονε καθ΄ ἡμᾶς ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν ἄνθρωπος ἀληθῶς͵ ἐκ Θεοῦ Πατρὸς Λόγος͵ μεμενηκὼς ὅπερ ἦν͵ ὁ ἐλεύθερος ἐν δούλοις͵ ὑπὸ νόμον ὁ νομοθέτης͵ μεθ΄ ἡμῶν εἰς γένεσιν σαρκικὴν καὶ τὴν ἐν χρόνῳ τετελεσμένην ὁ τῶν αἰώνων ποιητής.