Πέμπτη 15 Ιανουαρίου 2015

περί μετανοίας


Μετανοήσωμεν οὖν γνησίως͵ ἵνα τῶν παθῶν ἐλευθερούμενοι τῆς τῶν ἁμαρτιῶν ἀφέσεως τύχωμεν. Περιφρονήσωμεν τῶν προσκαίρων͵ ἵνα μὴ δι΄ αὐτὰ τοῖς ἀνθρώποις μαχόμενοι τὴν ἐντολὴν τῆς ἀγάπης παραβῶμεν͵ καὶ τῆς τοῦ Θεοῦ ἀγάπης ἐκπέσωμεν. Πνεύματι περιπατῶμεν͵ καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσομεν. Γρηγορήσωμεν͵ νήψωμεν͵ ἀποβάλωμεν λοιπὸν τὸν ὕπνον τῆς ῥᾳθυμίας. Ζηλώσωμεν τοὺς ἁγίους ἀθλητὰς τοῦ Σωτῆρος· μιμησώμεθα αὐτῶν τοὺς ἀγῶνας͵ τῶν μὲν ὄπισθεν ἐπιλανθανόμενοι͵ τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενοι. Μιμησώμεθα τὸν ἀκατάπαυστον αὐτῶν δρόμον͵ τὴν ζέουσαν προθυμίαν͵ τῆς ἐγκρατείας τὴν καρτερίαν͵ τῆς σωφροσύνης τὸν ἁγιασμόν͵ τῆς ὑπομονῆς τὴν γενναιότητα͵ τῆς μακροθυμίας τὴν ἀνοχήν͵ τῆς συμπαθείας τὸν οἶκτον͵ τῆς πραΰτητος τὸ ἀτάραχον͵ τοῦ ζήλου τὴν θερμότητα͵ τῆς ἀγάπης τὸ ἀνυπόκριτον͵ τῆς ταπεινοφροσύνης τὸ ὕψος͵ τῆς ἀκτημοσύνης τὸ ἀπέριττον͵ τὴν ἀνδρείαν͵ τὴν χρηστότητα͵ τὴν ἐπιείκειαν. Μὴ ὑπτιωθῶμεν ταῖς ἡδοναῖς͵ μὴ χαυνωθῶμεν τοῖς λογισμοῖς͵ μὴ ῥυπώσωμεν τὴν συνεί δησιν͵ τὴν εἰρήνην διώκωμεν μετὰ πάντων καὶ τὸν ἁγιασμόν· οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Καὶ ἐπὶ τούτοις φύγωμεν τὸν κόσμον͵ ἀδελφοί͵ καὶ τὸν κοσμοκράτορα. Καταλείψωμεν τὴν σάρκα͵ καὶ τὰ σαρκικά. Εἰς οὐρανοὺς ἀναδράμωμεν· ἐκεῖ ἕξωμεν ἡμῶν τὸ πολίτευμα. Τὸν θεῖον Ἀπόστολον μιμησώμεθα͵ τὸν Ἀρχηγὸν τῆς ζωῆς καταλάβωμεν͵ τῆς πηγῆς τῆς ζωῆς ἀπολαύσωμεν. Σὺν ἀγγέλοις χορεύσωμεν͵ σὺν ἀρχαγγέλοις ὑμνήσωμεν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι͵ νῦν καὶ ἀεί͵ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Αγ. Μαξίμου του Ομολογητού