Κυριακή 18 Ιανουαρίου 2015

Ἀθανάσιον ἐπαινῶν͵ ἀρετὴν ἐπαινέσομαι.




Ἀθανάσιον ἐπαινῶν͵ ἀρετὴν ἐπαινέσομαι. Ταυτὸν γὰρ͵ ἐκεῖνόν τε εἰπεῖν͵ καὶ ἀρετὴν ἐπαινέσαι͵ ὅτι πᾶσαν ἐν ἑαυτῷ συλλαβὼν εἶχε τὴν ἀρετὴν͵ ἢ͵ τό γε ἀληθέστερον εἰπεῖν͵ ἔχει. Θεῷ γὰρ ζῶσι πάντες οἱ κατὰ Θεὸν ζήσαντες͵ κἂν ἐνθένδε ἀπαλλαγῶσι. Καθ΄ ὃ καὶ Ἀβραὰμ͵ καὶ Ἰσαὰκ͵ καὶ Ἰακὼβ ἀκούει Θεὸς͵ ὁ Θεὸς͵ ὡς οὐ νεκρῶν Θεὸς͵ ἀλλὰ ζώντων. Ἀρετὴν δὲ ἐπαινῶν͵ Θεὸν ἐπαινέσομαι͵ παρ΄ οὗ τοῖς ἀνθρώποις ἡ ἀρετὴ͵ καὶ τὸ πρὸς αὐτὸν ἀνάγεσθαι͵ ἢ ἐπανάγεσθαι διὰ τῆς συγγενοῦς ἐλλάμψεως. Πολλῶν γὰρ ὄντων ἡμῖν καὶ μεγάλων͵ οὐ μὲν οὖν εἴποι τις ἂν ἡλίκων καὶ ὅσων͵ ὧν ἐκ Θεοῦ ἔχομέν τε καὶ ἕξομεν· τοῦτο μέγιστον καὶ φιλανθρωπότατον͵ ἡ πρὸς αὐτὸν νεῦσίς τε καὶ οἰκείωσις. Ὅπερ γάρ ἐστι τοῖς αἰσθητοῖς ἥλιος͵ τοῦτο τοῖς νοητοῖς Θεός. Ὁ μὲν γὰρ τὸν ὁρώμενον φωτίζει κόσμον͵ ὁ δὲ τὸν ἀόρατον· καὶ ὁ μὲν τὰς σωματικὰς ὄψεις ἡλιοειδεῖς͵ ὁ δὲ τὰς νοερὰς φύσεις θεοειδεῖς ἀπεργάζεται. Καὶ ὥσπερ οὗτος τοῖς τε ὁρῶσι καὶ τοῖς ὁρωμένοις͵ τοῖς μὲν τὴν τοῦ ὁρᾷν͵ τοῖς δὲ τὴν τοῦ ὁρᾶσθαι παρέχων δύναμιν͵ αὐτὸς τῶν ὁρωμένων ἐστὶ τὸ κάλλιστον· οὕτω Θεὸς τοῖς νοοῦσι καὶ τοῖς νοουμένοις͵ τοῖς μὲν τὸ νοεῖν͵ τοῖς δὲ τὸ νοεῖσθαι δημιουργῶν͵ αὐτὸς τῶν νοουμένων ἐστὶ τὸ ἀκρότατον͵ εἰς ὃν πᾶσα ἔφεσις ἵσταται͵ καὶ ὑπὲρ ὃν οὐδαμοῦ φέρεται. Οὐδὲ γὰρ ἔχει τι ὑψηλότερον͵ ἢ ὅλως ἕξει͵ οὐδὲ ὁ φιλοσοφώτατος νοῦς καὶ διαβατικώτατος͵ ἢ πολυπραγμονέστατος.
Αγ. Γρηγορίου του Θεολόγου