Δευτέρα 5 Ιανουαρίου 2015

Ικεσία λγ'

Ἐλέησόν με͵ ὁ Θεὸς͵ κατὰ τὸ μέγα ἔλεός σου͵ ὅτι ἐπὶ σοὶ
πέποιθεν ἡ ψυχή μου· ἐλέησόν με͵ Κύριε͵ ὅτι
ἀσθενής εἰμι͵ῃ ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων.
Ὡς ἐπὶ τοῦ φοβεροῦ σου παριστάμενος βήματος͵
ὡς τῶν ἀχράντων σου ποδῶν ἐφαπτόμενος͵ οὕτω
παρακαλῶ καὶ δέομαι καὶ ἀντιβολῶ μετὰ συντετριμ-
μένης καρδίας καὶ τεταπεινωμένης· Ἱλάσθητί
μοι τῷ ἁμαρτωλῷ͵ῃ συγχώρησόν μοι τῷ ἀχρείῳ
καὶ ταπεινῷ͵ ἔπιδε ἐξ ἁγίου κατοικητηρίου σου
ἐπὶ τὴν ἐμὴν ἀθλιότητα͵ ἐπίβλεψον ἐξ ἁγίων σου
ὑψωμάτων ἐπὶ τὴν προσευχὴν τοῦ ταπεινοῦ δούλου
σου͵ καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου· ἄνες μοι͵
ἵνα ἀναψύξω͵ πρὸ τοῦ με ἀπελθεῖν͵ ὅθεν οὐκ ἔτι
λοιπὸν ἐπιστρέψω. Ὡς ἄνθρωπος ἥμαρτον͵ ὡς Θεὸς
συγχώρησον· σὺ γὰρ οἶδας͵ Δέσποτα͵ τὸ εὐόλισθον
τῆς ἀνθρωπίνης φύσεως͵ καὶ ὅτι ἔγκειται ἡ διάνοια
τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος.
Μνήσθητι ὅτι χοῦς ἐσμεν· μνήσθητι ὅτι σὺ μόνος
καθαρὸς καὶ ἄχραντος καὶ ἀμίαντος͵ πάντες δὲ ἡμεῖς
ἐν ἐπιτιμίοις· μνήσθητι τῶν ἀπ΄ αἰῶνος οἰκτιρμῶν
σου καὶ τοῦ ἐλέους σου͵ καὶ μὴ συγκαταδικάσῃς με
ταῖς ἀνομίαις μου͵ μηδὲ κατὰ τὰς ἁμαρτίας μου
ἀνταποδῷς μοι. Οἶδας τὸ πλῆθος τῶν ἀνομιῶν μου͵
ὅτι πολὺ καὶ ἀριθμῷ μὴ ὑποκείμενον· ἀλλ΄ οἶδα καὶ
τὸ πέλαγος τῆς φιλανθρωπίας σου͵ ὅτι ἀνείκαστον καὶ
ἀνίκητον. Σὺ γὰρ εἶ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κό-
σμου͵ ὁ ἀπὸ τοῦ οὐρανοῦ καταβὰς ἐπὶ τῆς γῆς͵ τοῦ
ζητῆσαι τὸ πλανηθὲν πρόβατον καὶ ἀπολωλός· ὁ ποι-
μὴν ὁ καλὸς͵ ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβά-
των͵ καὶ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι͵
ὧν πρῶτός εἰμι ἐγώ. Ἐλέησον͵ ἐλέησον τὸ ποίημα
τῶν χειρῶν σου· μὴ βδελύξῃ με τὸν ἀνάξιον͵ ἀλλ΄
οἰκτείρησον τὸ ποίημά σου͵ ὁ δι΄ ἐμὲ σταυρὸν ὑπομεί-
νας͵ καὶ τὰ τῶν μωλώπων καταδεξάμενος στίγματα͵
ἀλλ΄ ἰασάμενος͵ ἐξάλειψον πάντα φαρμάκῳ συμπα-
θείας͵ καὶ σπόγγῳ φιλανθρωπίας σου· Πάντα γὰρ
δύνασαι͵ ἀδυνατεῖ δέ σοι οὐδέν.ῃ Κατάνυξόν μου
τὴν πεπωρωμένην καρδίαν͵ ἐλάφρυνον τὸ βάρος τοῦ
συνειδότος͵ δέξαι μου τὰ δάκρυα καὶ τὸν στεναγμὸν͵
ὡς τῆς πόρνης͵ ὡς τοῦ κορυφαίου τῶν ἀποστόλων
Πέτρου· δέξαι μου τὴν μικρὰν ταύτην ἐξομολόγησιν
καὶ μετάνοιαν͵ ὁ προσδεξάμενος τοῦ λῃστοῦ τὴν εὐ-
γνωμοσύνην ἐν τῷ σταυρῷ· δέξαι μου τὸν ἀπὸ τῶν
χειλέων καρπὸν͵ ὡς θυσίαν ζῶσαν͵ εὐάρεστον͵ εἰς
ὀσμὴν εὐωδίας.

Αγ. Ιωάννου του Χρυσοστόμου