Πέμπτη 8 Ιανουαρίου 2015

Περί λύπης

Πέμπτος ἡμῖν ἐστιν ἀγὼν κατὰ τοῦ πνεύματος τῆς λύπης͵ τοῦ ἐπισκοτοῦντος τῇ ψυχῇ ἀπὸ πάσης πνευματικῆς θεωρίας͵ καὶ κωλύοντος αὐτὴν ἀπὸ πάσης ἀγαθῆς ἐργασίας. Ὅταν γὰρ τὸ πονηρὸν τοῦτο πνεῦμα περιδράξηται τῆς ψυχῆς͵ καὶ ὅλην αὐτὴν σκοτώσῃ͵ οὐκ εὐχὰς ἐκτελεῖν μετὰ προθυμίας συγχωρεῖ͵ οὐ τῶν ἱερῶν ἀναγνωσμάτων τῇ ὠφελείᾳ ἐγκαρτερεῖν͵ πρᾶον καὶ εὐκατάμικτον πρὸς τοὺς ἀδελφοὺς εἶναι οὐ συγχωρεῖ͵ καὶ πρὸς πάντα τῶν ἔργων τὰ ἐπιτηδεύματα͵ καὶ πρὸς αὐτὴν τοῦ βίου τὴν ἐπαγγελίαν μῖσος ἐμποιεῖ. Καὶ πάντα ἁπλῶς τὰ σωτηριώδη βουλεύματα τῆς ψυχῆς ἡ λύπη συγχέασα καὶ τὴν εὐτονίαν αὐτῆς͵ καὶ καρτερίαν παραλύσασα͵ ὡς ἄφρονα αὐτὴν͵ καὶ παραπλῆγα ἀπεργάζεται͵ τῷ τῆς ἀπογνώσεως λοιπὸν ἐνδήσασα λογισμῷ. Διὰ τοῦτο εἶς σκοπὸς ἡμῖν ἔστω ἀγωνίσασθαι τὸν πνευματικὸν ἀγῶνα͵ καὶ νικῆσαι σὺν Θεῷ τὰ πνεύματα τῆς πονηρίας͵ καὶ πάσῃ φυλακῇ τηρῆσαι τὴν ἑαυτῶν καρδίαν ἀπὸ τοῦ πνεύματος τῆς λύπης. Ὥσπερ γὰρ σὴς ἱμάτιον͵ καὶ σκώληξ ξύλον͵ οὕτως ἡ λύπη τὴν τοῦ ἀνθρώπου ψυχὴν κατεσθίει͵ ἐκκλίνειν πείθουσα πᾶσαν ἀγαθὴν συντυχίαν͵ καὶ οὐδὲ παρὰ τῶν γνησίων φίλων λόγον συμβουλίας δέχεσθαι συγχωροῦσα͵ οὐδὲ χρηστὴν ἀπόκρισιν ἢ εἰρηνικὴν ἐπιτρέπουσα τούτοις μεταδοῦναι· ἀλλὰ πᾶσαν τὴν ψυχὴν θλίβουσα͵ πικρίας αὐτὴν καὶ ἀκηδίας πληροῖ· καὶ λοιπὸν ὑποβάλλει αὐτὴν φεύγειν τοὺς ἀνθρώπους͵ ὡς αἰτίους αὐτῇ τῆς ταραχῆς γενομένους· καὶ οὐ συγχωρεῖ αὐτὴν ἐπιγνῶναι͵ ὅτι οὐκ ἔξωθεν͵ ἀλλ΄ ἔνδοθεν ἔχει τὴν νόσον ἀποκειμένην͵ ἥτις τότε φανεροῦται͵ ὅταν οἱ πειρασμοὶ ἐπιστάντες διὰ τῆς γυμνασίας εἰς τὸ ἐμφανὲς αὐτὴν προενέγκωσιν. Οὐδέποτε γὰρ ὑπὸ ἄλλου βλαβήσεται ἄνθρωπος͵ εἰ μὴ ἔνδοθεν ἀποκειμένην ἔχει τὴν νόσον͵ ἤτοι τὰς τῶν παθῶν αἰτίας͵ καὶ τούτου χάριν ὁ πάντων δημιουργὸς καὶ ἰατρὸς τῶν ψυχῶν Θεὸς͵ καὶ μόνος ἐπιστάμενος τὰ τραύματα τῆς ψυχῆς ἀκριβῶς͵ οὐ τὰς τῶν ἀνθρώπων διατριβὰς παραγγέλλει καταλιμπάνειν͵ ἀλλὰ τὰς ἐν ἡμῖν τῆς κακίας ἐκκόπτειν αἰτίας͵ γινώσκων τὴν αἰτίαν τῆς ψυχῆς ὑγείας οὐκ ἐν τῷ χωρισμῷ τῶν ἀνθρώπων κατορθοῦσθαι͵ ἀλλ΄ ἐν τῇ τῶν ἀνθρώπων συνδιαγωγῇ καὶ γυμνασίᾳ. Ὅταν τοίνυν διά τινας εὐλόγους δῆθεν προφάσεις τοὺς ἀδελφοὺς καταλιμπάνωμεν͵ οὐ τὰς τῆς λύπης ἀφορμὰς ἐξεκόψαμεν͵ ἀλλὰ μόνον ἐνηλλάξαμεν αὐτὰς τῆς ἐναποκειμένης ἔνδον νόσου [...] Διὰ τοῦτο κατὰ τῶν ἔνδοθεν παθῶν ἅπας ἡμῖν ἔστω ὁ πόλεμος. Τούτων γὰρ διὰ τῆς τοῦ Θεοῦ συνεργίας ἐκβληθέντων͵ οὐ λέγω μετὰ ἀνθρώπων͵ ἀλλὰ καὶ μετὰ θηρίων εὐκόλως συνδιατρίψομεν͵ κατὰ τὸ ὑπὸ τοῦ μακαρίου Ἰὼβ εἰρημένον· Θῆρες ἄγριοι εἰρηνεύσουσί σοι. Προηγουμένως τοίνυν ἀγωνιστέον κατὰ τοῦ πνεύματος τῆς λύπης͵ τοῦ βάλλοντος τὴν ψυχὴν εἰς ἀπόγνωσιν͵ ὅπως ἀπελάσωμεν τοῦτο τῆς ἡμετέρας καρδίας.


Μέγας Αθανάσιος