Παρασκευή 9 Ιανουαρίου 2015

Αγίου Θεοδώρου του Στουδίτου


Κασσίᾳ κανδιδατίσσῃ


Ἅπερ ἀπέστειλάς μοι διὰ Κύριον ἐδεξάμην· καὶ τίς εἰμι ἐγὼ ὁ
ταπεινὸς μνημονευθεὶς παρὰ τῆς εὐλαβείας σου; ὅμως ὅτι ἀγαθῆς
ῥίζης οὖσα βλάστημα οἶδας ἀγαθοποιεῖν. ἀκούω δὲ εὖ ποιεῖν σε καὶ
τῷ πνευματικῷ ἡμῶν τέκνῳ Δωροθέῳ͵ ὄντι πεφυλακισμένῳ ὑπὲρ
Χριστοῦ ἔγγιστά σου. οἶδας τί ποιεῖς· συμμερίζῃ γὰρ ἐν τούτῳ τὸν
τῆς ἀθλήσεως αὐτοῦ ἀγῶνα· δόκησον δὲ ἡμᾶς αὐτοὺς τοὺς ἁμαρτω-
λοὺς διατρέφειν ἐν τῷ υἱῷ ἡμῶν. τί οὖν ἀνταπόδομά σοι παρ΄ ἡμῶν
ἢ προσευχὴ καὶ ὁ λόγος ὁ παραινετικός; καλὸν προείλου βίον διὰ
θεόν͵ ὡς πυνθάνομαι͵ παιδιόθεν. νύμφη Χριστοῦ γέγονας͵ μηκέτι
ζήτει ἄλλον μήτε φίλει· τίς γὰρ αὐτοῦ ὡραιότερος; οὗ τὸ κάλλος
ἐναστράψειέν σου ἔτι ἐν τῇ καρδίᾳ εἰς τὸ σβέσαι σε πάντα πόθον
ῥέοντα καὶ φθειρόμενον. φεύγουσα φεῦγε τὰς ὄψεις τῶν ἀρρένων͵ εἰ
θέμις καὶ σωφρόνων͵ μή που πληγῇς ἢ πλήξῃς· ἐκδέχεταί σε ὁ
νυμφὼν ὁ ἐπουράνιος· ἐκεῖ ὄψει ὃν ἡρμόσω͵ μεθ΄ οὗ χαρήσῃ αἰωνίως.
Μικρὸς ὁ λόγος͵ ἀλλὰ ἀρκῶν εἰς ὑπόμνησιν τῇ τιμιότητί σου.
σωθείης͵ κόρη Χριστοῦ.