Σάββατο 17 Ιανουαρίου 2015

Αντώνιος ο Μέγας



Ἀντώνιος γένος μὲν ἦν Αἰγύπτιος͵ εὐγενῶν δὲ γονέων καὶ περιουσίαν αὐτάρκη κεκτημένων͵ καὶ Χριστιανῶν αὐτῶν ὄντων͵ Χριστιανικῶς ἀνήγετο καὶ αὐτός. Καὶ παιδίον μὲν ὢν͵ ἐτρέφετο παρὰ τοῖς γονεῦσι͵ πλέον αὐτῶν καὶ τοῦ οἴκου μηδὲν ἕτερον γινώσκων· ἐπειδὴ δὲ καὶ αὐξήσας ἐγένετο παῖς͵ καὶ προέκοπτε τῇ ἡλικίᾳ͵ γράμματα μὲν μαθεῖν οὐκ ἠνέσχετο͵ βουλόμενος ἐκτὸς εἶναι καὶ τῆς πρὸς τοὺς παῖδας συνηθείας· τὴν δὲ ἐπιθυμίαν πᾶσαν εἶχε͵ κατὰ τὸ γεγραμμένον περὶ τοῦ Ἰακὼβ͵ ὡς ἄπλαστος οἰκεῖν ἐν τῇ οἰκίᾳ αὐτοῦ. Συνήγετο μέντοι μετὰ τῶν γονέων ἐν τῷ Κυριακῷ· καὶ οὔτε ὡς παῖς ἐῤῥᾳθύμει͵ οὔτε ὡς τῇ ἡλικίᾳ προκόπτων κατεφρόνει· ἀλλὰ καὶ τοῖς γονεῦσιν ὑπετάσσετο͵ καὶ τοῖς ἀναγνώσμασι προσέχων͵ τὴν ἐξ αὐτῶν ὠφέλειαν ἐν ἑαυτῷ διετήρει. Οὔτε δὲ πάλιν ὡς παῖς ἐν μετρίᾳ περιουσίᾳ τυγχάνων ἠνώχλει τοῖς γονεῦσι ποικίλης καὶ πολυτελοῦς ἕνεκα τροφῆς͵ οὔτε τὰς ἐκ ταύτης ἡδονὰς ἐζήτει· μόνοις δὲ οἷς ηὕρισκεν ἠρκεῖτο͵ καὶ πλέον οὐδὲν ἐζήτει. Μετὰ δὲ τὸν θάνατον τῶν γονέων͵ αὐτὸς μόνος κατελείφθη μετὰ μιᾶς βραχυτάτης ἀδελφῆς· καὶ ἦν ἐτῶν ἐγγὺς δέκα καὶ ὀκτὼ͵ ἢ καὶ εἴκοσι γεγονὼς͵ αὐτός τε τῆς οἰκίας καὶ τῆς ἀδελφῆς ἐφρόντιζεν. Οὔπω δὲ μῆνες ἓξ παρῆλθον τοῦ θανάτου τῶν γονέων αὐτοῦ͵ καὶ κατὰ τὸ εἰωθὸς προερχόμενος εἰς τὸ Κυριακὸν͵ καὶ συνάγων ἑαυτοῦ τὴν διάνοιαν͵ ἐλογίζετο περιπατῶν͵ πῶς οἱ μὲν ἀπόστολοι πάντα καταλιπόντες ἠκολούθησαν τῷ Σωτῆρι· οἱ δὲ ἐν ταῖς Πράξεσι πωλοῦντες τὰ ἑαυτῶν ἔφερον καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων͵ εἰς διάδοσιν τῶν χρείαν ἐχόντων͵ τίς τε καὶ πόση τούτοις ἐλπὶς ἐν οὐρανοῖς ἀπόκειται. Ταῦτα δὴ ἐνθυμούμενος͵ εἰσῆλθεν εἰς τὴν ἐκκλησίαν͵ καὶ συνέβη τότε τὸ Εὐαγγέλιον ἀναγινώσκεσθαι͵ καὶ ἤκουσε τοῦ Κυρίου λέγοντος τῷ πλουσίῳ· Εἰ θέλεις τέλειος εἶναι͵ ὕπαγε͵ πώλησον πάντα τὰ ὑπάρχοντά σοι͵ καὶ δὸς πτωχοῖς͵ καὶ δεῦρο ἀκολούθει μοι͵ καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς.ῃ Ὁ δὲ Ἀντώνιος͵ ὥσπερ θεόθεν ἐσχηκὼς τὴν τῶν ἁγίων μνήμην͵ καὶ ὡς δι΄ αὐτὸν γενομένου τοῦ ἀναγνώσματος͵ ἐξελθὼν εὐθὺς ἐκ τοῦ Κυριακοῦ͵ τὰς μὲν κτήσεις ἃς εἶχεν ἐκ προγόνων (ἄρουραι δὲ ἦσαν τριακόσιαι εὔφοροι καὶ πάνυ καλαὶ)͵ ταύτας ἐχαρίσατο τοῖς ἀπὸ τῆς κώμης͵ ἵνα εἰς μηδ΄ ὁτιοῦν ὀχλήσωσιν αὐτῷ τε καὶ τῇ ἀδελφῇ. Τὰ δὲ ἄλλα ὅσα ἦν αὐτοῖς κινητὰ͵ πάντα πωλήσας͵ καὶ συναγαγὼν ἀργύριον ἱκανὸν͵ δέδωκε τοῖς πτωχοῖς͵ τηρήσας ὀλίγα διὰ τὴν ἀδελφήν. 
Ὡς δὲ͵ πάλιν εἰσελθὼν εἰς τὸ Κυριακὸν͵ ἤκουσεν ἐν τῷ Εὐαγγελίῳ τοῦ Κυρίου λέγοντος͵ Μὴ μεριμνήσητε περὶ τῆς αὔριον͵ῃ οὐκ ἀνασχόμενος ἔτι μένειν͵ ἐξελθὼν διέδωκε κἀκεῖνα τοῖς μετρίοις. Τὴν δὲ ἀδελφὴν παραθέμενος γνωρίμοις καὶ πισταῖς παρθένοις͵ δούς τε αὐτὴν εἰς Παρθενῶνα ἀνατρέφεσθαι͵ αὐτὸς πρὸ τῆς οἰκίας ἐσχόλαζε λοιπὸν τῇ ἀσκήσει͵ προσέχων ἑαυτῷ καὶ καρτερικῶς ἑαυτὸν ἄγων. Οὔπω γὰρ ἦν οὕτως ἐν Αἰγύπτῳ συνεχῆ μοναστήρια͵ οὐδ΄ ὅλως ᾔδει μοναχὸς τὴν μακρὰν ἔρημον͵ ἕκαστος δὲ τῶν βουλομένων ἑαυτῷ προσέχειν οὐ μακρὰν τῆς ἰδίας κώμης καταμόνας ἠσκεῖτο.

Άγιος Αθανάσιος