Δευτέρα 19 Ιανουαρίου 2015

περί της προς τους εχθρούς αγάπης


ΕΡΩΤΗΣΙΣ
Τίνες εἰσὶν οἱ ἐχθροὶ͵ οὓς ἀγαπᾷν προσετάχθημεν· καὶ πῶς ἀγαπήσομεν τοὺς ἐχθρούς· ταῖς εἰς αὐτοὺς εὐεργεσίαις μόνον͵ ἢ καὶ αὐτῇ τῇ διαθέσει· καὶ εἰ δυνατὸν τοῦτο.

ΑΠΟΚΡΙΣΙΣ
Ἐχθροῦ ἴδιον τὸ βλάπτειν καὶ ἐπιβουλεύειν. Πᾶς μὲν οὖν ὁ ὁπωσδήποτε βλάπτων τινὰ ἐχθρὸς ἂν λέγοιτο· ἐξαιρέτως δὲ ὁ ἁμαρτάνων. Τὸ γὰρ ὅσον ἐπ΄ αὐτῷ βλάπτει κατὰ διαφόρους τρόπους͵ καὶ ἐπιβουλεύει τῷ συνόντι ἢ συντυγχάνοντι. Ἐπειδὴ δὲ ἐκ σώματος καὶ ψυχῆς συνέστηκεν ὁ ἄνθρωπος͵ κατὰ μὲν τὴν ψυχὴν ἀγαπήσωμεν τοὺς τοιούτους͵ ἐλέγχοντες αὐτοὺς͵ καὶ νουθετοῦντες͵ καὶ παντὶ τρόπῳ εἰς ἐπιστροφὴν ἐνάγοντες· κατὰ δὲ τὸ σῶμα εὐεργετοῦντες αὐτοὺς͵ ἐπιδεομένους τῶν πρὸς τὸ ζῇν ἀναγκαίων. Ὅτι δὲ ἡ ἀγάπη ἐν διαθέσει ἐστὶ͵ παντὶ δῆλον. Τὸ δὲ δυνατὸν ἔδειξε καὶ ἐδίδαξεν ὁ Κύριος͵ τὴν ἀγάπην τοῦ Πατρὸς καὶ τὴν ἑαυτοῦ ἐν τῇ ὑπακοῇ μέχρι θανάτου ἐπιδειξάμενος ὑπὲρ ἐχθρῶν͵ οὐχ ὑπὲρ φίλων͵ ὡς μαρτυρεῖ ὁ Ἀπόστολος λέγων· «Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην ὁ Θεὸς εἰς ἡμᾶς͵ ὅτι͵ ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν͵ Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε». Καὶ ἡμῖν δὲ αὐτὸ τοῦτο παραινεῖ ἐν τῷ εἰπεῖν· «Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ͵ ὡς τέκνα ἀγαπητὰ͵ καὶ περιπατεῖτε ἐν ἀγάπῃ͵ καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς͵ καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν͵ προσφορὰν καὶ θυσίαν τῷ Θεῷ». Οὐκ ἂν δὲ προσέταξεν ὁ ἀγαθὸς καὶ δίκαιος͵ εἰ μὴ τὸ δυνατὸν ἐχαρίσατο· ὅπερ καὶ ἐν τῇ φύσει κατηναγκασμένως ἀποκεῖσθαι ἐφανέρωσεν. Εὐεργέτας μὲν καὶ τὰ θηρία φυσικῶς ἀγαπᾷ. Τί δὲ τοσοῦτον εὐεργετεῖ ὁ φίλος͵ ὅσον οἱ ἐχθροί; Προξενοῦντες ἡμῖν τὸν μακαρισμὸν τοῦ Κυρίου εἰπόντος· «Μακάριοί ἐστε͵ ὅταν διώξωσιν ὑμᾶς͵ καὶ ὀνειδίσωσι͵ καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ ὑμῶν͵ ψευδόμενοι͵ ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε͵ ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς». 


Μεγάλου Βασιλείου