Τρίτη 20 Ιανουαρίου 2015

Περὶ Ποταμιαίνης


Ὁ μακάριος οὗτος Ἰσίδωρος συντετυχηκὼς Ἀντωνίῳ τῷ μακαρίτῃ γραφῆς ἄξιον διηγήσατό μοι πρᾶγμα͵ ἀκηκοὼς παρ΄ αὐτοῦ ὅτι Ποταμιαίνα τις οὕτω καλουμένη κατὰ τὸν καιρὸν Μαξιμιανοῦ τοῦ διώκτου ὡραιοτάτη κόρη ὑπῆρχε παιδίσκη τινός· ἣν πολλαῖς λιπαρήσας ὑποσχέσεσιν ὁ ταύτης δεσπότης ἀναπεῖσαι οὐκ ἠδυνήθη· τελευταῖον δὲ μανεὶς παραδίδωσιν αὐτὴν τῷ τότε ἐπάρχῳ τῆς Ἀλεξανδρείας͵ ἔκδοτον αὐτὴν δοὺς ὡς χριστιανὴν καὶ βλασφημοῦσαν τοὺς καιροὺς καὶ τοὺς βασιλεῖς ἐπὶ τοῖς διωγμοῖς͵ ὑποθέμενος αὐτῷ μετὰ χρημάτων ὅτι «Ἐὰν συνθῆταί μου τῷ σκόπῳ͵ ἀτιμώρητον αὐτὴν φύλαξον»· ἐὰν δὲ ἐπιμείνῃ τῇ αὐστηρίᾳ͵ παρεκάλεσε τιμωρηθῆναι αὐτήν͵ ἵνα μὴ ζῶσα καταγελάσῃ τῆς ἀσωτίας αὐτοῦ. 

Ἀχθεῖσα δὲ πρὸ τοῦ βήματος διαφόροις ὀργάνοις τιμωρητικοῖς ἐπυργομαχεῖτο τὴν γνώμην. Ἐν οἷς ὀργάνοις καὶ λέβητα μέγαν πλήσας πίσσης ἐκέλευσεν ὑποκαίεσθαι ὁ δικαστής. Βραζούσης οὖν τῆς πίσσης καὶ σφοδρῶς ἐκκαιομένης͵ προέτεινεν αὐτῇ· «῍Η ἄπελθε͵ ὑποτάγηθι τοῖς θελήμασι τοῦ δεσπότου σου· ἢ ἵνα εἰδῇς ὅτι ἐν τῷ λέβητί σε καταγγισθῆναι κελεύω». Ἡ δὲ ἀπεκρίνατο λέγουσα· «Μὴ γένοιτό ποτε τοιοῦτος δικαστὴς ὃς κελεύει ἀσωτίᾳ ὑποτάσσεσθαι». 

Ἀπομανεὶς οὖν ἐκεῖνος κελεύει ἐκδυθεῖσαν αὐτὴν βληθῆναι ἐν τῷ λέβητι. Ἡ δὲ φωνὴν ἀφίησιν εἰποῦσα· «Τὴν κεφαλὴν τοῦ βασιλέως σου ὃν σὺ φοβῇ͵ εἰ κέκριταί σοι τιμωρήσασθαί με οὕτω͵ κατὰ μικρὸν κέλευσον χαλασθῆναί με ἐν τῷ λέβητι͵ ἵνα εἰδῇς πόσην μοι χαρίζεται ὑπομονὴν ὁ Χριστὸς ὃν σὺ ἀγνοεῖς». Καὶ χαλωμένη κατὰ μικρὸν ἐπὶ παράτασιν ὥρας ἐξέψυξε͵ φθασάσης τῆς πίσσης περὶ τὸν τράχηλον αὐτῆς. 

Παλλαδίου, Λαυσαϊκόν