Παρασκευή 16 Ιανουαρίου 2015

Αγ. Ιωάννου Δαμασκηνού


Τὸ κακὸν διττόν. Τὸ μὲν τῇ ἀληθείᾳ κακὸν ὡς ἡ τῶν φυσικῶν ἕξεων ἀπόπτωσις. Ὁ γὰρ θεὸς ἐποίησε τὸν ἄνθρωπον εὐθῆ͵ αὐτοὶ δὲ ἐζήτησαν λογισμοὺς πολλούς. Ἕτερον δὲ κακὸν λέγεται τὸ κατ΄ αἴσθησιν ὡς αἱ θλίψεις αἱ κατὰ τοὺς πειρασμούς· τὸ γὰρ τῆς κακίας ὄνομα ὁμώνυμόν ἐστι. Δύο γὰρ σημαίνει· ποτὲ μὲν γὰρ σημαίνει τὴν τῆς ἀρετῆς στέρησιν͵ ποτὲ δὲ τὴν τῆς χαρᾶς͵ τουτέστι τοῦ ἐπιθυμουμένου. Ἡ μὲν γὰρ πορνεία οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ σωφροσύνης στέρησις καὶ κακὴ χρῆσις· ἀντὶ γὰρ τοῦ ἀγαπῆσαι καὶ μιγῆναι τὸ ἴδιον σκεῦος͵ τουτέστι τὴν ἰδίαν γυναῖκα͵ ἀγαπᾷ καὶ μίγνυται τῇ ἀλλοτρίᾳ. Ἡ ἀπιστία ἀντὶ τοῦ πιστεῦσαι καὶ ἀγαπῆσαι τὸν φύσει θεὸν πιστεύει τῷ μὴ ὄντι θεῷ. Τοῦτο οὖν ἐστι κακία τὸ τῷ μὴ ὄντι ὡς ὄντι χρήσασθαι͵ τὸ μὴ παρέχειν ἑκάστῳ τὰ ἴδια· ἴδια ἑκάστῳ τὰ ὑπὸ θεοῦ ὁριζόμενα. Ἴδιον μὲν θεοῦ ἡ δόξα καὶ ἡ τιμὴ ὡς δημιουργῷ πρέπουσα͵ ἴδιον δὲ τῶν κτισμάτων τὸ μέτρον͵ ὃ ἑκάστῳ ὥρισεν ὁ τὸ εἶναι δούς. Ἐφ΄ ἡμῖν δέ ἐστιν ἢ χρήσασθαι τοῖς δοθεῖσιν ἡμῖν ὑπὸ θεοῦ͵ ἐφ΄ ᾧ δέδωκεν ἡμῖν αὐτά͵ καὶ ἐφ΄ ἡμῖν ἐστι χρήσασθαι οὐκ ἐφ΄ ᾧ δέδωκεν͵ οἷον ἔδωκεν ἡμῖν τὸ ἐπιθυμητικόν͵ ἵνα ἐπιθυμῶμεν αὐτοῦ τοῦ μόνου ἀγαθοῦ. Ἐὰν ἐπὶ τούτῳ χρησώμεθα τῇ ἐπιθυμίᾳ ἀρετὴ καὶ καλόν· εἰ δὲ ἕτερόν τι παρ΄ αὐτὸν ἀγαπήσωμεν͵ οὐκ ἔστι χρῆσις͵ ἀλλὰ παράχρησις. Εἰς αὐτὸ γὰρ τοῦτο ἐποίησεν ἡμᾶς͵ ἵνα μετέχωμεν αὐτοῦ ἐπιθυμοῦντες.